[ ]
Thrace — Perinthos-Herakleia (Marmara Ereğlisi) — 1st/2nd c. AD — Dumont-Homolle (1892) 392, 74t — GVI 1969 — cf. SEG 48.906 (p. 272)
| col. I.1 | παῖδά με γυμνασίων ἐμπείραμον Ἑρμάωνος |
| καὶ τυχὸν ἱδρώτων ἄξιον Ἡρακλέους, | |
| ἤδη που μέλλοντα παρὰ ξυστοῖο φιλάθλοις | |
| καὐτὸν ἀριθμεῖσθαι τοῦ μεγάλου σταδίου, | |
| 5 | ἥρπασεν ἡ πάντων φθονερὴ θεός, ἧς ὑπὸ νῆμα |
| κλήρῳ τῆς ἀδίκου κεκλίμεθ’ ἔργα Τύχης. | |
| col. II.7 | ἤδη γυμνασίοις ἠσκημένον, ἔντροφον ἄθλοις, |
| παῖδά με καὶ πάτρης ἐλπίδα καὶ πατέρος, | |
| ἐνγὺς καὶ κοτίνῳ φθονερὸς κατεκοίμισεν Ἅδης, | |
| 10 | ψευσάμενος τόσσους εἰς ἀρετὴν καμάτους. |
| οὔνομά μοι Δωρᾶς, πατρὸς Διοκλεῖος, ἀπ’ αὐτῶν | |
| ἄθλων εἰς διδαχὴν τὰ αὐτὰ πονησαμένου | |
| ἀλλά με πρηυτέρως πενθήσατε· καὶ γὰρ ἐς Ἅδην | |
| ἔρχομαι ἡρώων οὐδενὶ λειπόμενος. |