[ ]
Mak. (Bottiaia) — Beroia — 240 AD — Anc. Mac. I (1970) 285, B
| 1 | ἀγαθῆι τύχηι. |
| ὑπ[ὲ]ρ ὑγείας καὶ σωτη̣ρ̣ί̣ας καὶ νίκης καὶ αἰωνίου διαμονῆς το[ῦ θειοτάτου καὶ] | |
| μεγίστου κα̣ὶ ἀνεικήτου Αὐτ̣[ο]κράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γ̣[ορδιανοῦ Εὐσεβοῦς], | |
| Εὐτυχοῦς, Σεβαστοῦ, ἀρχιερέως μεγίστου, δημαρχικῆς ἐξουσίας τὸ ∙ γʹ ∙ ὑπάτου, π(ατρὸς) π(ατρίδος) [καὶ ὑπὲρ τοῦ] | |
| 5 | θείου οἴκου αὐτοῦ καὶ ἱερᾶς συνκλήτου καὶ ἱερῶν στρατευμάτων καὶ δήμ[ου τοῦ Ῥωμαίων καὶ δι]- |
| ασημοτάτων ἐπάρχων τοῦ ἱεροῦ πραιτωρίου, ὁ μακεδονιάρχης καὶ ἀρχιερεὺ̣ς̣ [τῶν Σεβαστῶν καὶ ἀγωνο]- | |
| θέτης τοῦ κοινοῦ τῶν Μακεδόνων ἀγῶνος ἀλεξανδρείου, ἱεροῦ, οἰκουμενικοῦ, ἰσελαστικοῦ̣, ἰσα̣[κτίου Λ(ούκιος) Σε]- | |
| πτίμιος Ἰνστεϊανὸς Ἀλέξανδρος καὶ Αἰλ(ία) Ἀλεξάνδρα ἡ γυνὴ αὐτοῦ ἡ ἀρχιέρεια ἐπιτελέσ̣ο[υσιν ἐν τῇ] | |
| λαμπροτάτῃ καὶ βʹ νεωκόρῳ μητροπόλει τῆς Μακεδονίας Βεροιαίων πόλι κυνηγεσίων καὶ μονομαχ̣[ιῶν] | |
| 10 | ἡμέρας γʹ, προσεισάγοντες καθ’ ἑκάστην ἡμέραν τῶν φιλοτειμιῶν καὶ ἕτερον ζεῦγος περὶ τῆς ψυχῆς ἀγω- |
| νιούμενον πρὸς τοῖς νενομισμένοις δυσὶν κατὰ συνχώρησιν τοῦ κυρίου ἡμῶν Μ(άρκου) Ἀντωνί- | |
| ου Γορδιανοῦ Εὐσεβοῦς, Εὐτυχοῦς, Σεβαστοῦ. ἄρξονται δὲ τῶν φιλοτειμιῶν τῇ πρὸ ∙ ζʹ ∙ καλ(ανδῶν) | |
| Ἰουλίων. Σουητρίῳ Σαβείνῳ τὸ βʹ καὶ Ῥαγωνίῳ Βενούστῳ ὑπάτοις, ἑλληνικῇ δὲ ἔτους αοσ σε- | |
| βαστοῦ τοῦ καὶ ∙ ζπτ, ❦ Πανήμου ζι. ❦ εὐτυχεῖτε. |