[ ]
Mak. (Bottiaia) — Beroia — 229 AD — Anc. Mac. I (1970) 281, A
| 1 | ἀγαθῆι τύχηι. |
| ὑπὲρ ὑγείας καὶ σωτηρίας καὶ νίκης καὶ αἰωνίου διαμονῆς τοῦ με- | |
| γίστου καὶ θειοτάτου καὶ ἀηττήτου κυρίου ἡμῶν Αὐτοκράτορος Καίσα- | |
| ρος ∙ Μ(άρκου) ∙ Αὐρηλίου Σεουήρου 〚[Ἀλεξάνδρου]〛 Εὐσεβοῦς, Εὐτυχοῦς, Σεβαστοῦ, ἀρ- | |
| 5 | χιερέως μεγίστου, δημαρχικῆς ἐξουσίας τὸ ὄγδοον, ὑπάτου τὸ γʹ, πατρὸς πατρί- |
| δος, καὶ ὑπὲρ τῆς ἱερωτάτης μητρὸς αὐτοῦ 〚[Ἰουλίας Μαμαίας]〛 Σεβαστῆς καὶ ὑ- | |
| πὲρ τοῦ σύμπαντος θείου οἴκου αὐτῶν καὶ ἱερᾶς συνκλήτου καὶ τῶν δια- | |
| σημοτάτων ἐπάρχων καὶ ἱερῶν στρατευμάτων καὶ δήμου τοῦ Ῥωμαί- | |
| ων, Οὐαλεριανὸς Φιλόξενος ὁ μακεδονιάρχης καὶ ἀρχιερεὺς τοῦ Σε- | |
| 10 | βαστοῦ καὶ ἀγωνοθέτης τοῦ κοινοῦ τῶν Μακεδόνων ἀγῶνος ἀλεξαν- |
| δρείου καὶ ἡ γυνὴ αὐτοῦ Οὐαλεριανὴ Ἀμμία ἡ ἀρχιέρεια τῆς Σεβαστῆς | |
| ἐπιτελέσουσιν ἐν τῇ λαμπροτάτῃ μητροπόλει τῆς Μακεδονί- | |
| ας Βεροιαίων πόλει κυνηγεσίων καὶ μονομαχιῶν ἡμέρας | |
| τρεῖς. ἄρξονται δὲ τῶν φιλοτειμιῶν τῇ πρὸ ∙ ζʹ ∙ καλ(ανδῶν) Ἰουλίων, | |
| 15 | Αὐτοκράτορι Καίσαρι Μ(άρκῳ) ∙ Αὐρηλίῳ Σεου<ή>ρῳ 〚[Ἀλεξάνδρ]〛ῳ Εὐσεβεῖ, Εὐ- |
| τυχεῖ, Σεβαστῷ τὸ ∙ γʹ ∙ καὶ Κλ(αυδίῳ) Κασσίῳ Δίωνι τὸ βʹ ∙ ὑπάτοις, ἑλληνι- | |
| κῇ δὲ ἔτους ∙ ξσ ∙ σεβαστοῦ τοῦ καὶ ∙ ϛο∙τ ∙ Πανήμου ειʹ. | |
| vacat εὐτυχεῖτε. vacat |