| 1 | ἔ̣τ̣ο̣υ̣ς̣ [— — — — — — — — — — —] |
| [— — — — — — — — — — — — — —] | |
| [— — — — — — — — — — — — — —] | |
| ὁ ἱερεὺς τ̣ῶ̣ν̣ θ̣ε̣ῶ̣ν̣ Ε̣ὐ̣ε̣ρ̣γ̣ε̣τ̣ῶ̣ν̣ vac. | |
| 5 | ἀνανεωσάμενος τὴν ἀπὸ τῶν |
| προγόνων δόξαν, εἰ καὶ̣ ἡ̣ [τ]ύχη διὰ τοὺς | |
| καιροὺς αὐτῶν ἥττων ἦν, ἐσπούδα- | |
| σεν μὴ λειφθῆναι ἀρετῇ, ἄρτι τε τῆς | |
| πολειτήας ἁπτόμενος οὔτε ἐν τῷ vac. | |
| 10 | αἰ̣τ̣εῖν ἢ πρεσβεύειν ὑπὲρ τῆς πατρίδος |
| ἀπολέλειπται τῶν πρεσβυτέρων, vac. | |
| ἐννοηθεὶς δὲ τὰς τῶν πάππων vac. | |
| στρατηγίας καὶ δαπάνας ὅ̣σα̣ τε τῆς πό̣λεως | |
| ἐκεῖνοι καὶ πρὸς κόσμον καὶ πρὸς φ̣υ̣λακὴν | |
| 15 | ἀνέστησαν, τὴν μεγίστην κ̣αὶ̣ π̣λ̣ε̣ί̣στων |
| δεομένην δαπανημάτων ἱερωσύνην | |
| εὐθαρσῶς ἀπεδέξατο καὶ ὡς [․c.3-4․]Κ[․]Ν ἦν | |
| ἀνδρὶ καλῷ καὶ ἀγαθῷ [․c.4․]Τ̣ΕΜΕ̣Ν̣ τῶν | |
| θεῶν [․․․․]ΤΑΣ καὶ Λ[․]Ι̣[․․c.8․․․]ΑΤΑΣ | |
| 20 | ΠΛ[․c.6․․]ΛΥΣΑΣΑ[․․․c.11․․․․]ΑΤΑΣ |
| ΕΠΑ[․․․c.11․․․․]ΑΣΕΝ[․c.5․]ΕΙΝΑΙ | |
| τοὺς [․c.6․․]ΕΓΙΑ[․c.6․․]ΟΙΜΑ[․]ΕΝΩΝ | |
| καὶ [— — — — — — — — — — — —]ΠΠΩΝ | |
| ΟΣ[․․․]ΟΝΤΕΣ[․․․c.9․․․]ΑΓΟΝΑΙ[․]ΚΑΙ | |
| 25 | ΒΙΑΣ[․․․․c.12․․․․]ΗΣ[․]ΑΧΙΜΩΝ |
| ΕΞΙ[․․․c.11․․․․ διὰ] τοὺς παρεληλυθό- | |
| τας πολέμους καταλελυμένων, ἐφι- | |
| λοτειμήθη πάντα πρὸς τὸν ἀρχαίων κόσ- | |
| μον ἀγαγεῖν, ἔν τε τοῖς λοιποῖς ἁτὸν | |
| 30 | ἄξιον καὶ τῶν θεῶν καὶ τῆς πατρίδος |
| παρίσχηται διὰ πολλὰ καὶ ἐν τοῖς παροῦ- | |
| σιν ὢν τειμῆς ἄξιος καὶ ἐν τοῖς ἐλπι- | |
| ζομένοις· ἐπεὶ οὖν ἐν τῶι τῶν ἀρχαιρε- | |
| σιῶν και[ρ]ῶ̣ι προβουλευσαμένων τῶν | |
| 35 | βουλευτῶν̣ ὅ̣πως ὁ Ἅρπαλος ἀξίως τι- |
| μηθῆι τῶν γεγενημένων ὑπ’ αὐτοῦ εἰς | |
| τὴν πατρίδα, ὁ δῆμος ἐπελθὼν ἐπὶ τὸ βου- | |
| λευτήρ̣ι̣ον τὴν πλείστην πρόνοιαν ἐ- | |
| ποιήσατο περὶ τῆς τιμῆς αὐτοῦ, ἔδο- | |
| 40 | ξεν ἐπαινέσαι τε τὸν Ἅρπαλον ἐπὶ |
| τούτοις καὶ στεφανῶσαι αὐτὸν θαλ- | |
| λοῦ̣ στεφάνῳ ἀνατεθῆναί τε αὐτοῦ καὶ̣ | |
| ἀνδριάντα χαλκοῦν ἐν τῶι ἐπιφανεσ- | |
| τάτῳ τόπῳ τῆς πόλεως ἀναγινώσ- | |
| 45 | κεσθαι δὲ καὶ τὸ ψήφισμα καθ’ ἔτος ἐν ταῖς ἀρ- |
| χαιρεσίαις, ἀναγραφῆναι δὲ αὐ̣τ̣ὸ εἰς στή- | |
| λην λιθίνην καὶ τεθῆναι παρὰ τὸν ἀνδριάντα. |
EKM 1
2