[ ]
Mak. (Bottiaia) — Beroia — 1st third of the 2nd c. BC — SEG 27.261 — SEG 43.381 (face A) — Meletēmata 22,2 (1996) 75, 60
See also:
| face A, front.1 | ἐπὶ στρατηγοῦντος Ἱπποκράτου τοῦ |
| Νικοκράτου, vac. Ἀπελλαίου vac. ιθʹ. vac. | |
| συναχθείσης ἐκκλησίας Ζώπυρος Ἀμύντου, | |
| ὁ γυμνασίαρχος, Ἀσκληπιάδης Ἡρᾶ, Κάλλιππος | |
| 5 | Ἱπποστράτου εἶπαν· ἐπεὶ καὶ αἱ ἄλλαι ἀρχαὶ πᾶσαι |
| κατὰ νόμον ἄρχουσιν καὶ ἐν αἷς πόλεσιν γυμνάσιά | |
| ἐστιν καὶ ἄλειμμα συνέστηκεν οἱ γυμνασιαρχι%⁸⁰- | |
| κοὶ νόμοι κεῖνται ἐν τοῖς δημοσίοις, καλῶς ἔχει καὶ πα- | |
| ρ̣’ ἡμῖν τὸ αὐτὸ συντελεσθῆναι καὶ τεθῆναι ὃν δεδώ%⁸⁰- | |
| 10 | καμεν τοῖς ἐξετασταῖς ἐν τῶι γυμνασίωι ἀναγραφέν- |
| τα εἰς στήλην, ὁμοίως δὲ καὶ εἰς τὸ δημόσιον· τού%⁸⁰- | |
| του γὰρ γενομένου οἵ τε νεώτεροι μᾶλλον αἰσχυνθή- | |
| σονται καὶ πειθαρχήσουσι τῶι ἡγουμένωι αἵ τε πρόσο- | |
| δοι αὐτῶν ο̣ὐ̣ καταφθαρήσονται, τῶν αἱρουμένων ἀεὶ | |
| 15 | γυμνασιάρ̣χ̣ων κατὰ τὸν νόμον ἀρχόντων καὶ ὑπευθύ%⁸⁰- |
| νων ὄντων. vac. ἔδοξεν τῆι πόλει τὸν γυμνασιαρχικὸν | |
| νόμον ὃν εἰσηνέγκατο Ζώπυρος Ἀμύντου, ὁ̣ γυμνασί- | |
| α̣ρ̣χος, Ἀσκληπιάδης Ἡρᾶ, Κάλλιππος Ἱπποστράτου κύ- | |
| [ρ]ιον εἶναι καὶ τε̣θῆναι εἰς τὰ δη̣μόσια καὶ χρῆσθαι τοὺς | |
| 20 | γυμνασιάρχους τούτωι, τεθῆναι δὲ α̣ὐ̣τὸν καὶ ἐν τῶι v |
| γυμνασίωι ἀναγραφέντα εἰς στήλην. ἐκυρώθη Περιτίου v | |
| νουμηνίαι. v νόμος γυμνασιαρχικός. vac. ἡ πόλις αἱρείσθω | |
| γυμνασίαρχον ὅταν καὶ τὰς ἄλλας ἀρχάς, μὴ νεώτερον ἐ%⁸⁰- | |
| τῶν τριά[κοντα] μηδὲ πρεσβύτερον ἑξήκοντα, ὁ δὲ αἱρεθεὶς | |
| 25 | γυμνασίαρχος ἀρ[χέ]τω ὀμόσας τὸν ὑπογεγραμμένον ὅρκον· |
| [ὀ]μν[ύ]ω Δία, Γῆν, Ἥλιον, Ἀπόλλω, Ἡρακλῆν, Ἑρμῆν· γυμνασιαρχήσω | |
| κατὰ τὸν νόμον τὸν γυμνασιαρχικόν, ὅσα δὲ μὴ ἐν τῶι νό- | |
| μωι γέγραπται γνώμῃ τῇ [ἐ]μαυτοῦ χρώμενος ὡς ἂν δύ%⁸⁰- | |
| νωμαι [ὁ]σι<ώ>τατα καὶ δικαιότατα, οὔτε φίλωι χαριζόμενος οὔ- | |
| 30 | τε ἐχθρὸν βλάπτων παρὰ τὸ δίκαιον καὶ τῶν ὑπαρχουσῶν |
| προσόδων τοῖς νέοις οὔτε αὐτὸς νοσφιοῦμαι οὔτε ἄλλωι | |
| ἐπιτρέψω εἰδὼς τρόπωι οὐδὲ παρευρέσει οὐδεμιᾶι· εὐορ- | |
| κοῦντι μέν μοι εἴη πολλὰ καὶ ἀγαθά, ἐφιορκοῦντι δὲ τἀναν- | |
| τία· v ὁ δὲ [α]ἱρ[ε]θ[εὶ]ς γυμνασίαρχος, ὅταν εἰσπορεύηται εἰς | |
| 35 | τὴν [ἀ]ρχ[ήν, ἀγαγὼν] τ[οῦ] Δίου μηνὸς τῆι νουμηνίαι ἐκκλησίαν |
| ἐν τῶι [γυμνασί]ωι προβαλεῖται ἄνδρας τρεῖς, οἵτινες χειροτονη- | |
| θέντες καὶ ὀμόσαντες τὸν ὑπογεγραμμένον ὅρκον συνεπιβλέ- | |
| ψονται τοὺς [νεωτέρ]ους καθὼς ἂν πρὸς [α]ὐτοὺς τάξωνται | |
| καὶ [τ]ῶι γυμ[ν]ασι[άρχωι] ἀ[κο]λουθήσουσιν καθ’ ἡμέραν ἐν τῶι γυ- | |
| 40 | μνασ[ίωι — — — — — — —] τοῦ γυμνασιάρχου μεθ’ ὧν δεήσε[ι] |
| [κ]αὶ τὴν [— — —]ΕΓΔΙΔΟ[— — —] τῆι δὲ ὑστέραι τοῦ Δίου προσπαρα- | |
| [— — — — — — — — — — — — — —]ΑΙ πολιτάρχας καὶ ἐξεταστὰς | |
| [— — — — — — —] τὸ γ[υμν]άσιον μετὰ τῶν προειρημένων ἀνδρῶν | |
| [— — — — — — — — — — — — — — —] τὸ ἀποταγὲν ὑπὸ τούτων δ[ι]- | |
| 45 | [δ]ῶται ἀπὸ τῶν πρ[ο]σόδων ὧν ἀναλαμβάνῃ εἰς τὸ ἄλειμμα καὶ οὕτως |
| [ἐκ τ]ΟΥΚΑΤΑΛΕΙΠΟΥ[— — — — —] ἐὰν δέ τις μὴ ποιήσῃ τῶν προειρη- | |
| μένων, ἀποτινέτω [— — — ἡ δὲ] πρᾶξις γινέσθω διὰ τοῦ πολι- | |
| τικοῦ πράκτορος [παραγραψάντων] τῶν ἐξεταστῶν, ἐὰν δὲ μὴ παρα- | |
| [γράψωσιν, ἀποτινέτωσαν καὶ οὗτοι τὸ ἴσον ἐπίτιμον καὶ τῶι ἐγδικασ]αμέ- | |
| 50 | [νωι διδόσθω τὸ τρίτον μέρος — — — — — — — —]. ξύλων παρασκευή. ὑ[․․․․] |
| [— — —] μετὰ τῶν ἐξε[τ]αστ[ῶν] Α[— —]ΝΑ[— —]ντων ἀνδρῶν καὶ μὴ πλεί[․․․] | |
| [— — — — — — — — — — — — — — — — — — — τὰς ὑπαρχ]ούσας κτήσε[ις] | |
| [— — — — — — — — — — — — — — — — — — — — — —]ΟΣΟΔΙΟΝΩΣΑΡΧΩΙΚΑ[․] | |
| [— — — — — — — — — — — — — — — — — — — — — — — δί]κῃ κρίνων | |
| 55 | [— — — — — — — ὀμνύομεν Δία, Γῆν], Ἥλιον, Ἀπόλλω, Ἡρακλ[ῆν], |
| [Ἑρμῆν — — — — — — — — — — — — — — — — — — — — — — — —]ΧΟΙ[․․]Ε | |
| [— — — — — — — — — — — — — γνώμηι τῆι ἡμῶν αὐτῶν] χρώμενο[ι] | |
| [ὡς ἂν δυνώμεθα ὁσιώτατα καὶ δικαιότατα — — — — — — — — — —]μένων | |
| [— — — — — — — — — — — — — — οὐδὲ τῶν ὑπα]ρχου[σῶν προσ]όδων | |
| 60 | [τοῖς νέοις νοσφιούμεθα, οὔτε φίλωι χαριζόμενοι] οὔτε ἐχθρὸν βλάπτον- |
| [τες παρὰ τὸ δίκαιον τρόπωι οὐδὲ παρευρέσει οὐδεμιᾶι]· εὐορκοῦσιν μὲν ἡ- | |
| [μῖν εἴη πολλὰ καὶ ἀγαθά, ἐφιορκοῦσιν δὲ τἀναντία — —]Σ παίδων ὁ δὲ α[ἱ]- | |
| [ρεθεὶς γυμνασίαρχος — — — — — — — — — — — — — — — — — — — — — —] | |
| {²c. 44 versus sequuntur}² | |
| face B, back.1 | ἐ̣πεγδύεσθαι δὲ μηθενὶ ἐξέστω τῶν ὑπὸ τὰ τριάκοντα ἔτη |
| τοῦ σημείου κειμένου, ἐὰν μὴ ὁ ἀφηγούμενος συνχωρήσηι· vac. | |
| ὅ̣ταν δὲ τὸ σημεῖον ἀρθῆι μηδὲ ἄλλωι μηθενί, ἐὰν μὴ ὁ ἀφηγούμε- | |
| ν̣ος συνχωρήσῃ, μηδὲ ἐν ἄλλῃ παλαίστραι ἀλειφέσθω μηθεὶς ἐν τῇ | |
| 5 | αὐτῆι πόλει· εἰ δὲ μή, κωλυέτω ὁ γυμνασίαρχος καὶ ζημιούτω δρα- |
| χ̣μ{ν}αῖς {²⁶δραχμαῖς}²⁶ πεντήκοντα· ὃν ἂν δὲ καταστήσῃ ὁ γυμνασίαρχος ἀφηγεῖ- | |
| σ̣θαι, τούτωι πειθαρχείτωσαν πάντες οἱ φοιτῶντες εἰς τὸ γυμνά- | |
| [σ]ιον, καθάπερ καὶ τῷ γυμνασιάρχῃ γέγραπται· τὸν δὲ μὴ πειθαρχοῦν- | |
| τ̣α, τὸν μὲν ὑπὸ τὴν ῥάβδον μαστιγούτω ὁ γυμνασίαρχος, τοὺς v | |
| 10 | δ̣ὲ̣ ἄλλους ζημιούτω. vac. ἀκοντίζειν δὲ καὶ τοξεύειν μελετάτωσαν οἵ |
| τε ἔφηβοι καὶ οἱ ὑπὸ τὰ δύο καὶ εἴκοσιν ἔτη καθ’ ἑκάστην ἡμέραν, ὅταν | |
| ο̣ἱ̣ παῖδες ἀλείψωνται, ὁμοίως δὲ καὶ ἐὰν ἕτερόν τι ἀναγκαῖον φαίνη- | |
| τ̣αι τῶν μαθημάτων. vac. περὶ παίδων· εἰς τ̣ο̣ὺ̣ς παῖδας μὴ εἰσπορευ- | |
| έ̣σθω τῶν νεανίσκων μηθείς, μηδὲ λαλείτω τοῖς παισίν, εἰ δὲ μή, ὁ γυ- | |
| 15 | μνασίαρχος ζημιούτω καὶ κωλυέτω τὸν ποιοῦντά τι τούτων· ἁπαν- |
| τάτωσαν δὲ καὶ οἱ παιδοτρίβαι ἑκάστης ἡμέρας δὶς εἰς τὸ γυμνάσιον | |
| τὴν ὥραν ἣν ἂν ὁ γυμνασίαρχος ἀποδείξῃ, ἐὰν μή τις ἀρρωστήσῃ v | |
| ἢ̣ ἄλλη τις ἀναγκαία ἀσχολία γένηται· εἰ δὲ μή, ἐμφανισάτω τῶι γυ%⁸⁰- | |
| μ̣νασιάρχῃ· ἐὰν δέ τις δοκῆι ὀλιγωρεῖν τῶν παιδοτριβῶν καὶ μὴ παραγίνε- | |
| 20 | σ̣θαι τὴν τεταγμένην ὥραν ἐπὶ τοὺς παῖδας, ζημιούτω αὐτὸν καθ’ ἡμέ- |
| [ρ]α̣ν δραχμαῖς πέντε· κύριος δὲ ἔστω ὁ γυμνασίαρχος καὶ τῶν v | |
| π̣αίδων τοὺς ἀτακτοῦντας μαστιγῶν καὶ τῶν παιδαγωγῶν, v | |
| ὅσοι ἂν μὴ ἐλεύθεροι ὦσιν, τοὺς δὲ ἐλευθέρους ζημιῶν· ἐπαναγ̣- | |
| κ̣αζέτω {ι} δὲ καὶ τοὺς παιδοτρίβας ποιεῖσθαι ἀπόδειξιν τῶν παῖδων v | |
| 25 | [τ]ρὶς ἐν τῶι ἐνιαυτῶι κατὰ τετράμηνον καὶ καθιστάτω αὐτοῖς κριτάς, |
| [τ]ὸν δὲ νικῶντα στεφανούτω θαλλοῦ στεφάνωι. v οἷς οὐ δεῖ μετεῖ- | |
| ν̣α̣ι τοῦ γυμνασίου· μὴ ἐγδυέσθω δὲ εἰς τὸ γυμνάσιον δ̣[ο]ῦ̣[λ]ο̣ς μηδὲ ἀπε- | |
| [λ]εύθερος μηδὲ οἱ τούτων υἱοὶ μηδὲ ἀπάλαιστρος μ̣η̣δὲ ἡτα̣ι̣ρευκὼς μη- | |
| [δ]ὲ̣ τῶν ἀγοραίαι τέχνῃ κεχρημένων μηδὲ μεθύων μηδὲ μαινόμενος· ἐὰν | |
| 30 | [δ]έ τινα ὁ γυμνασίαρχος ἐάσῃ ἀλείφεσθαι τῶν διασαφουμένων εἰδώς, |
| [ἢ] ἐνφανίζοντός τινος α̣ὐτῶι καὶ παραδείξαντος, ἀποτινέτω δραχμὰς | |
| χ̣ιλίας, ἵνα δὲ καὶ εἰσπραχθῆι, δότω ὁ προσαγγέλλων ἀπογραφὴν τοῖς ἐξε%⁸⁰- | |
| [τ]α̣σταῖς τῆς πόλεως, οὗτοι δὲ παραγραψάτωσαν τῶι πολιτικῶι πράκτορι· ἐ%⁸⁰- | |
| [ὰ]ν̣ δὲ μὴ παραγράψωσιν ἢ ὁ πράκτωρ μὴ πράξῃ, ἀποτινέτωσαν καὶ οὗτοι τὸ ἴσον | |
| 35 | [ἐ]π̣ίτιμον καὶ τῶι ἐγδικασαμένωι διδόσθω τὸ τρίτον μέρος· ἐὰν δὲ δοκῇ ἀδίκως |
| [π]αραγεγράφθαι ὁ γυμνασίαρχος, ἐξέστω αὐτῶι ἀντείπαντι ἐν ἡμέραις | |
| [δ]έκα διακριθῆναι ἐπὶ τοῦ καθήκοντος δικαστηρίου· κωλυέτωσαν δὲ καὶ οἱ | |
| ἐ̣π̣ιγινόμενοι γυμνασίαρχοι τοὺς δοκοῦντας παρὰ τὸν νόμον ἀλείφεσθαι· | |
| [εἰ] δὲ μή, ἔνοχοι ἔστωσαν τοῖς αὐτοῖς ἐπιτίμοις. vac. μὴ ἐξέστω δὲ τὸν γυμνα- | |
| 40 | [σί]αρχον ἐν τῶι γυμνασίωι κακῶς εἰπεῖν μηθενί, εἰ δὲ μή, ζημιούτω αὐτὸν δρα%⁸⁰- |
| [χ]μ̣αῖς πεντήκοντα· ἐὰν δέ τις τύπτῃ τὸν γυμνασίαρχον ἐν τῶι γυμνασίωι v | |
| [κ]ωλυέτωσαν οἱ παρόντες καὶ μὴ ἐπιτρεπέτωσαν, καὶ ὁμοίως ζημιούτω | |
| τ̣ὸν τύπτοντα δραχμαῖς ἑκατὸν καὶ χωρὶς ὑπόδικος ἔστω αὐτῶι κατὰ τοὺς | |
| [κ]οινοὺς νόμους· καὶ ὃς ἂν τῶν παρόντων μὴ βοιηθήσῃ δυνατὸς ὤν, ζημιού- | |
| 45 | [σ]θω δραχμαῖς πεντήκοντα. vac. περὶ Ἑρμαίων· ποιείτω δὲ ὁ γυμνασίαρχος τὰ Ἑρ%⁸⁰- |
| [μ]αῖα τοῦ Ὑπερβερεταίου μηνὸς καὶ θυέτω τῶι Ἑρμεῖ καὶ προτιθέτω ὅπλον καὶ v | |
| ἄ̣λλα τρία εὐεξίας καὶ εὐταξίας καὶ φιλοπονίας τοῖς ἕως τριάκοντα ἐτῶν v | |
| τ̣οὺς δὲ κρινοῦντας τὴν εὐ<ε>ξίαν {⁴ΕΥΤΑΞΙΑΝ}⁴ ἀπογραφέτω ὁ γυμνασίαρχος τῶν ἐκ τοῦ | |
| [τ]όπου ἄνδρας ἑπτὰ καὶ τούτους κληρωσάτω καὶ τοὺς λαχόντας τρεῖς ὁρκισάτω | |
| 50 | [τ]ὸν Ἑρμῆν δικαίως κρινεῖν, ὃς ἂν αὐτῶι δοκῆι ἄριστα τὸ σῶμα διακεῖσθαι οὔτε χάρι- |
| τ̣ος ἕνεκεν οὔτε ἔχθρας οὐδεμιᾶς· ἐὰν δὲ οἱ λαχόντες μὴ κρίνωσιν | |
| [μ]ηδὲ ἐξομόσωνται ἀδύνατοι εἶναι, κύριος ἔστω ὁ γυμνασίαρχος ζημιῶν | |
| τὸν ἀπειθοῦντα δραχμαῖς δέκα καὶ ἐκ τῶν λοιπῶν ἀντὶ τοῦ ἐνλείποντος | |
| ἀ̣ποκληρωσάτω· τῆς δὲ εὐταξίας καὶ φιλοπονίας ὀμόσας ὁ γυμνασίαρχος | |
| 55 | τὸν Ἑρμῆν κρινάτω τῆς εὐταξίας, ὃς ἂν αὐτῶι δοκῆι εὐτακτότατος εἶναι v |
| [τ]ῶν ἕως τριάκοντα ἐτῶν, τῆς δὲ φιλοπονίας, ὃς ἂν αὐτῶι δοκῆι φιλοπονώτατα | |
| ἀ̣λεῖφθαι ἐν τῶι ἐνεστῶτι ἐνιαυτῶι τῶν ἕως τριάκοντα ἐτῶν· οἱ δὲ νικήσαντες | |
| [ἐ]κείνην τὴν ἡμέραν στεφανηφορείτωσαν καὶ ἐξέστω ταινιοῦν τὸν βουλόμενον· | |
| [π]ο̣ιείτω δὲ καὶ λαμπάδα ἐν τοῖς Ἑρμαίοις τῶν παίδων καὶ τῶν νεανίσκων· ἡ δὲ εἰς τὰ | |
| 60 | [ὅ]πλα δαπάνη γινέσθω ἀπὸ τῶν ὑπαρχουσῶν προσόδων. vac. ἀγέτωσαν |
| δὲ τὰ Ἑρμαῖα κ̣α̣ὶ̣ οἱ ἱεροποιοὶ λανβάνοντες παρ’ ἑκάστου τῶν φοιτώντων v | |
| [ε]ἰς τὸ γυμνάσιον μὴ πλεῖον δραχμῶν δύο καὶ ἱστιώντων ἐν τῶι γυμνασίωι ἀν̣[α]%⁸⁰- | |
| δ̣ε̣ικνύτωσαν δὲ ἀνθ’ αὑτῶν ἑτέρους οἵτινες εἰς τοὐπιὸν ἱεροποιήσουσιν Ἑ̣[ρ]- | |
| [με]ῖ, συντελείτωσαν δὲ τὴν θυσίαν τῶι Ἑρμεῖ καὶ οἱ παιδοτρίβαι ὅταν καὶ οἱ ἱεροποιοί, vac. | |
| 65 | [λ]αμβάνοντες παρὰ τῶν παίδων μὴ πλεῖον δραχμῆς παρ’ ἑκάστου καὶ ποιείτωσαν v |
| μ̣ε̣ρίδας τῶν θυθέντων τὰ κρέα ὠμά, οἱ δὲ ἱεροποιοὶ καὶ ὁ γυμνασίαρχος ἀκρόαμα v | |
| μ̣η̣θὲν παραγέτωσαν εἰς τὸν πότον. vac. τὰ δὲ ἆθλα, ἃ ἂν λαμβάνωσιν οἱ νικῶντες, | |
| ἀ̣νατιθέτωσαν ἐπὶ τοῦ εἰσιόντος γυμνασιάρχου ἐμ μησὶν ὀκτώ· εἰ δὲ μή, ζημιού- | |
| τω αὐτοὺς ὁ γυμνασίαρχος δραχμαῖς ἑκατὸν καὶ τοὺς λυμαγωνοῦντας καὶ μὴ δι- | |
| 70 | κ̣αίως ἀγωνιζομένους τοὺς ἀγῶνας κύριος ἔστω ὁ γυμνασίαρχος μαστιγῶν καὶ |
| ζημιῶν, ὁμοίως δὲ καὶ ἐάν τις νίκην ἑτέρωι παραδῶι. v λαμπαδαρχῶν αἵρεσις· | |
| α̣ἱρείσθω δὲ ὁ γυμνασίαρχος τῶν ἐκ τοῦ τόπου λαμπαδάρχας τρεῖς ἐν τῶι | |
| Γ̣ορπιαίῳ μηνί, οἱ δὲ αἱρεθέντες παρεχέτωσαν ἔλαιον τοῖς νεανίσκοις ἕκαστος | |
| [ἡ]μέρας δέκα· αἱρείσθω δὲ καὶ τῶν παίδων λαμπαδάρχας τρῖς, οἱ δὲ αἱρεθέντες παρεχέ- | |
| 75 | τ̣ω{ι}σαν {²⁶παρεχέτωσαν}²⁶ ἔλαιον τὰς ἴσας ἡμέρας, ἐὰν δέ τις ἀντιλέγῃ τῶν αἱρεθέντων ἢ πατὴρ αὐ- |
| [τ]οῦ ἢ ἀδελφοὶ ἢ ὀρφανοφύλακες, ὡς οὐ δυνατός ἐστιν λαμπαδαρχεῖν, ἐξομοσάσθω ἐ- | |
| ν̣ ἡμέραις πέντε ἀφ’ ἧς ἂν αἱρεθῆι· ἐὰν δὲ μὴ λαμπαδαρχῆι ἢ μὴ ἐξομόσηται, ἀποτινέ- | |
| τ̣ω ὁ αἱρεθεὶς δραχμὰς πεντήκοντα καὶ ὁμοίως ἀλειφέτω καὶ λαμπαδαρχείτω· ὡσαύ- | |
| τ̣ως δὲ καὶ ἐὰν ὁ ἐξομοσάμενος φανῇ μὴ δεόντως ὀμωμοκέναι, ἐλενχθεὶς ὑπὸ τοῦ | |
| 80 | γ̣υμνασιάρχου καὶ τῶν νέων, ἀποτινέτω δραχμὰς πεντήκοντα καὶ ὁμοίως ἀ%⁸⁰- |
| ν̣αγκαζέσθω τιθέναι τὸ ἄλειμμα καὶ λαμπαδαρχεῖν· ἀντὶ δὲ τοῦ δικαίως ἐξομο- | |
| σ̣αμένου ἄλλον ἀποδεικνύτω ὁ γυμνασίαρχος, ποιείτω δὲ τὴν τῶν παίδων λαμ- | |
| π̣άδα ἐκ τῶν φοιτώντων, οἳ ἂν αὐτῶι δοκῶσιν ἐπιτήδειοι εἶναι, ὁμοίως δὲ καὶ τῶν νε- | |
| α̣νίσκων. vac. ὑπὲρ βραβευτῶν· καθιστάτω δὲ ὁ γυμνασίαρχος βραβευτάς, οἳ ἂν αὐτῶι | |
| 85 | δ̣οκῶσιν ἐπιτήδειοι εἶναι, ἔν τε τῆι λαμπάδι τῶν Ἑρμαίων καὶ τῶι μακρῶι δρόμωι καὶ ἐν v |
| τ̣οῖς λοιπ̣οῖς ἀγῶσιν· ἐὰν δέ τις ἐνκαλῆι τινὶ τῶν βραβευτῶν φάσκων ἠδικῆσθαι ὑπό τι- | |
| ν̣ος εὐθυνέτω αὐτὸν κατὰ τοὺς κοινοὺς νόμους. vac. κυριευέτω δὲ ὁ γυμνασίαρχος | |
| τ̣ῶν προσόδων τῶν ὑπαρχουσῶν τοῖς νέοις καὶ ἀπὸ τούτων ἀναλισκέτω· ὅταν δὲ | |
| [ἐ]ξέλθῃ ἐκ τῆς ἀρχῆς, τὸ πλῆθος τῆς προσόδου καὶ εἴ τι ἐκ τῶν ζημιῶν ἢ εὐθυνῶν εἰ- | |
| 90 | [σ]επράχθη {ι} καὶ τὸ ἀπὸ τούτων ἀναλωθὲν ἀναγράψας εἰς σανίδα ἐκθέτω ἐν τῶι γυμνασί- |
| ωι ἐν μηνὶ Δίωι τοῦ εἰσιόντος ἔτους, τοῖς δὲ ἐξετασταῖς τῆς πόλεως κατὰ τετράμη%⁸⁰- | |
| νον ἀποδιδότω καὶ ἐξέστω, ἐάν τινες βούλωνται, μετὰ τούτων συνεγλογίζεσθαι | |
| α̣ὐ̣τόν· τὸ δὲ περιὸν τῆς προσόδου ἀποδιδότω τῶι μεθ’ αὑτὸν γυμνασιάρχηι ἐν ἡμέραις | |
| [τ]ριάκοντα, ἀφ’ ἧς ἂν ἡμέρας ἐκ τῆς ἀρχῆς ἀπολυθῆι· ἐὰν δὲ μὴ ἀποδῶι τοὺς λόγους ἢ τὰ | |
| 95 | π̣ε̣ριόντα καθ’ ἃ γέγραπται, ἀποτινέτω τοῖς νέοις δραχμὰς χ%⁸⁰ιλίας καὶ πραξάτω αὐτὸν ὁ v |
| [π]ολιτικὸς πρά<κ>τωρ παραγραψάντων τῶν ἐξεταστῶν καὶ ὁμοίως τὸν λόγον ἀποδότω καὶ v | |
| τ̣ὰ περιόντα. v ὁ δὲ τὴν τοῦ γλοιοῦ πρόσοδον v ἀγοράσας παρεχέσθω τὴν τοῦ παλαιστρο- | |
| [φ]ύλακος χρείαν, ποιῶν τὰ προστασσόμενα ὑπὸ τοῦ γυμνασιάρχου, ὅσα καθῆκεν ἐν τῶι | |
| [γ]υμνασίωι· ἐὰν δὲ μὴ πειθαρχῇ ἢ ἀτακτῇ τι μαστιγούσθω ὑπὸ τοῦ γυμνασιάρχου. vac. ἐὰν δέ | |
| 100 | [τ]ις κλέψῃ τι τῶν ἐκ τοῦ γυμνασίου, ἔνοχος ἔστω ἱεροσυλίαι δίκῃ νικηθεὶς ἐπὶ τοῦ καθή- |
| [κ]οντος δικαστηρίου. vac. ταῖς δὲ ζημίαις ἁπάσαις ἐπιγραφέτω τὴν αἰτίαν ὁ γυμνασίαρχος δι’ [ἣν] | |
| [ἐζ]ημίωσεν κα̣[ὶ] ἀ̣ν̣ακηρυσσέτω ἐν τῶι γυμνασίωι καὶ ἐκτιθέτω τοὺς ἐζημιωμένους π[άν]- | |
| [τα]ς ἐν λευκώματι καὶ παραγραφέτω τῶι πολιτικῶι πράκτορι, ὁ δὲ πράκτωρ εἰσπράξας ἀποκ̣[α]- | |
| [τ]α̣στησάτω τῶι ἐνεστῶτι γυμνασιάρχωι· ἐὰν δέ τις φήσῃ μὴ δικαίως ἐζημιῶσθαι ἐξέ- | |
| 105 | [σ]τ̣ω ἀντείπαντι αὐτῶι διακριθῆναι ἐπὶ τῶν καθηκόντων ἀρχείων καί, ἐὰν ν〚ε〛ικήσῃ {²⁶νικήσῃ}²⁶ τῆι κρίσει ὁ ζη- |
| [μ]ιωθείς, ἀποτινέτω ὁ γυμνασίαρχος τὸ ἡμιόλιον τῶι νικήσαντι, προσαποτινέτω τὸ ἐπίπεμ%⁸⁰- | |
| π̣τον καὶ ἐπιδέκατον. vac. εὐθυνέτω δὲ τὸν γυμνασίαρχον ὁ βουλόμενος ὅταν ἐξέλθῃ αὐτῶι ὁ | |
| ἐ̣νιαυτός, ἐμ μησὶν εἴκοσι τέσσαρσιν, αἱ δὲ περὶ τούτων κρίσεις γινέσθωσαν ἐπὶ τῶν καθηκόν- | |
| τ̣ων δικαστηρίων. vacat | |
| vacat | |
| 110 | παρὰ τῶν πολιταρχῶν. v τοῦ ψηφίσματος· "οὔ" εἷς. |