[ ]
Megaris — Megara — after 306 BC
| 1 | ἐπὶ βασιλέ<ο>ς Ἀπολλοδώρου τοῦ Εὐ<φ>ρονίου, γραμμα- |
| τεὺς βουλᾶς καὶ δάμου Δαμέας Δαμοτέλεος, | |
| ἐστρατάγουν Δαμοτέλης Δαμέα, Φωκῖνος Εὐά- | |
| λκου, Ἀριστότιμος Μενεκράτεος, Θέ{ο}δωρος {²⁶Θέδωρος}²⁶ Παγχ[ά]- | |
| 5 | ρε<ο>ς, Πρόθυμος Ζεύξιος, Τίμων Ἀγάθωνος· ἐπει[δὴ] |
| Ἀλεξ[— — — — — — — — — — — — — — — — —]εὺς | |
| εὔνους καὶ χρήσιμος ἐὼν διατελεῖ τῶι δάμωι, | |
| ἀγαθᾶι τύχαι, δεδόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι, | |
| ἐπαινέσαι αὐτὸν ἀρετᾶς ἕνεκα καὶ εὐνοίας, κα[ὶ] | |
| 10 | εἶμεν αὐτὸν καὶ ἐκγόνους προξένους καὶ εὐεργέ- |
| τας τᾶς πόλιος, καὶ εἶμεν αὐτῶι γᾶς καὶ οἰκίας | |
| ἐπ[α]ρχ[ὰγ] καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσι οἷς | |
| {ἂν} ἁ πόλις τίθη<τ>ιν, καὶ ἀτέλειαν καὶ ἀσυλίαν | |
| καὶ ἐν πολέμωι καὶ ἐν εἰράναι καὶ κατὰ γᾶγ καὶ | |
| 15 | κατὰ θάλασσαν. ἀ<γ>γράψαι δὲ τόδε τὸ δόγμα |
| τὸν γραμματέα τοῦ δάμου ἐς στάλαν καὶ | |
| [ἀ]νθέμεν εἰς τὸ Ὀλυμπιεῖον. |