[ ]
Megaris — Megara — after 306 BC
| 1 | [— — — — — — — — — — — —]ς διατρίβων |
| ἐπειδὴ Μῦς Πρωτέα Ἐρέσιος εὔνους ἐὼν | |
| καὶ πράσσων τὰ συμφέροντα τῶι δάμωι | |
| τῶι Μεγαρέων διατελεῖ, ἀγαθᾶι τύχαι, δε- | |
| 5 | δόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι, ἐπαινέ- |
| σαι τε αὐτὸν ἀρετᾶς ἕνεκα καὶ εὐνοίας | |
| τᾶς εἰς τὸν δᾶμον τὸν Μεγαρέων, καὶ εἶ- | |
| μεν αὐτὸν καὶ ἐκγόνους προξένους [τᾶ]ς | |
| πόλιος τᾶς Μεγαρέων· εἶμεν δὲ αὐτοῖς | |
| 10 | ἀτέλειαν καὶ ἀσυλίαν καὶ ἐν πολέμωι |
| καὶ ἐν εἰράναι καὶ κατὰ γᾶγ καὶ κατὰ θά- | |
| λασσαν. ἀγγράψαι δὲ τόδε τὸ δόγμα τὸν | |
| γραμματέα τοῦ δάμου [ἐ]ν στάλαι καὶ ἀνθ[έ]- | |
| μεν εἰς τὸ Ὀλυμπιεῖον. βασιλεὺς Εὐκλίας, | |
| 15 | ἐστρατάγουν Φωκῖνος Εὐάλκου, Ἀριστότι[μος Με]- |
| νεκράτεος, Δαμοτ[έ]λης Δαμέα, Θέδωρος | |
| Παγχάρεος Πρόθυμος Ζεύξιος, Τίμων Ἀγά[θω]- | |
| νος, γραμματεὺς βουλᾶς καὶ δάμου | |
| Εὐπαλῖνος Ὁμόφρονος. |