[ ]
Megaris — Megara — after 306 BC
| 1 | ἐπὶ βασιλέος Ἀπολλοδώρου τοῦ Εὐ<φ>ρονίου, γραμματεύοντος |
| βουλᾶι καὶ δάμωι Δαμέα Δαμοτέλεος, ἐστρατάγουν | |
| Δαμοτέλης Δαμέα, Φωκῖνος Εὐάλκου, Ἀριστότιμος Μενε- | |
| κράτεος, Θέδωρος Παγχάρεος, Πρόθυμος Ζεύξιος, Τίμων Ἀγά- | |
| 5 | θωνος. ἐπειδὴ Ἀγάθων Ἀρχίου [Ἀ]ργ[ε]ῖος εὔνους καὶ χρήσι- |
| μος ἐὼν διατελεῖ τῶι δάμωι, ἀγαθᾶι τύχαι, δεδόχθαι τᾶι | |
| βουλᾶι καὶ τῶι δάμωι, ἐπαινέσαι τε αὐτὸν ἀρετᾶς ἕνεκα | |
| καὶ εὐνοίας, καὶ εἶμεν αὐτὸν καὶ ἐκγόνους προξένους | |
| καὶ εὐεργέτας τᾶς πόλιος, καὶ εἶμεν αὐτῶι γᾶς καὶ | |
| 10 | οἰκίας ἐ[π]α[ρ]χὰγ καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσι, οἷς |
| ἁ πόλις τίθητι, καὶ ἀτέλειαγ καὶ ἀσυλίαν ἐμ̣ πολέ- | |
| μωι καὶ εἰράναι καὶ κατὰ γᾶγ καὶ κατὰ θάλασσαν. | |
| ἀγγράψαι δὲ τόδε τὸ δόγμα τὸγ γραμματέα τοῦ δάμου | |
| εἰς στάλαν καὶ ἀνθέμεν εἰς τὸ Ὀλυμπιεῖον, [ὅπως φα]- | |
| 15 | νερὸν ἦι ὅτι ὁ δάμος ὁ Μεγαρέων [τι]μῇ τοὺς [ε]ὔ[νους] |
| καὶ χρησίμους αὑτῶι. |