| 1 | ἐπὶ βασιλέος Ἀπολλοδώρου τοῦ Εὐφρονίου, γραμματεὺς βουλᾶς |
| καὶ δάμου Δαμέας Δαμοτέλεος, ἐστρατάγουν Δαμοτέλης | |
| Δαμέα, Φωκῖνος Εὐάλκου, Ἀριστότιμος Μενεκράτεος, Θέδωρος | |
| Παγχάρεος, Πρόθυμος Ζεύξιος, Τίμων Ἀγάθωνος. | |
| 5 | ἐπειδὴ τοὶ Αἰγοστενῖτα[ι] ἀνάγγελλον Ζωΐλογ Κελαίνου Βοιώτιον, |
| τὸν ἐπὶ τοῖς στρατιώταις τοῖς ἐν Αἰγοστένοις τεταγμένον ὑπὸ τοῦ | |
| βασιλέος Δαματρίου, αὐτόν τε εὔτακτον εἶμεν καὶ τοὺς στρατιώ- | |
| τας παρέχειν εὐτάκτους, καὶ τἆλλα ἐπιμελεῖσθαι καλῶς καὶ εὐ- | |
| νόως, καὶ ἀξίουν αὐτὸν διὰ ταῦτα τιμαθῆμεν ὑπὸ τᾶς πόλιος, | |
| 10 | ἀγαθᾶι τύχαι, δεδόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι, στεφανῶσαι |
| Ζωΐλογ Κελαίνου Βοιώτιογ χρυσέωι στεφάνωι καὶ εἶμεν αὐτὸμ πο- | |
| λίταν τᾶς πόλιος τᾶς Μεγαρέωγ καὶ ἐκγόνους αὐτοῦ· εἶμεν δὲ | |
| αὐτῶι καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσι οἷς ἁ πόλις τίθητι. ἀγγράψαι | |
| δὲ τόδε τὸ δόγμα τὸγ γραμματέα τοῦ δάμου εἰς στάλαν λιθίναν | |
| 15 | καὶ ἀνθέμεν εἰς τὸ Ὀλυμπιεῖον, ὅπως εἰδῶντι πάντες ὅτι ὁ δάμος |
| [ὁ Μ]εγαρέων τιμῇ τοὺς ἀγαθόν τι πράσσοντας ἢ λόγωι ἢ ἔργωι | |
| ὑπὲρ τᾶς πόλιος ἢ ὑπὲρ τᾶγ κωμᾶν. |
IG VII
1