[ ] Megaris — Megara — after 306 BC
See also:
1 ἐπὶ βασιλέος Ἀπολλοδώρου τοῦ Εὐφρονίου, γραμματεὺς βουλᾶς
καὶ δάμου Δαμέας Δαμοτέλεος, ἐστρατάγουν Δαμοτέλης
Δαμέα, Φωκῖνος Εὐάλκου, Ἀριστότιμος Μενεκράτεος, Θέδωρος
Παγχάρεος, Πρόθυμος Ζεύξιος, Τίμων Ἀγάθωνος.
5 ἐπειδὴ τοὶ Αἰγοστενῖτα[ι] ἀνάγγελλον Ζωΐλογ Κελαίνου Βοιώτιον,
τὸν ἐπὶ τοῖς στρατιώταις τοῖς ἐν Αἰγοστένοις τεταγμένον ὑπὸ τοῦ
βασιλέος Δαματρίου, αὐτόν τε εὔτακτον εἶμεν καὶ τοὺς στρατιώ-
τας παρέχειν εὐτάκτους, καὶ τἆλλα ἐπιμελεῖσθαι καλῶς καὶ εὐ-
νόως, καὶ ἀξίουν αὐτὸν διὰ ταῦτα τιμαθῆμεν ὑπὸ τᾶς πόλιος,
10 ἀγαθᾶι τύχαι, δεδόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι, στεφανῶσαι
Ζωΐλογ Κελαίνου Βοιώτιογ χρυσέωι στεφάνωι καὶ εἶμεν αὐτὸμ πο-
λίταν τᾶς πόλιος τᾶς Μεγαρέωγ καὶ ἐκγόνους αὐτοῦ· εἶμεν δὲ
αὐτῶι καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσι οἷς ἁ πόλις τίθητι. ἀγγράψαι
δὲ τόδε τὸ δόγμα τὸγ γραμματέα τοῦ δάμου εἰς στάλαν λιθίναν
15 καὶ ἀνθέμεν εἰς τὸ Ὀλυμπιεῖον, ὅπως εἰδῶντι πάντες ὅτι ὁ δάμος
[ὁ Μ]εγαρέων τιμῇ τοὺς ἀγαθόν τι πράσσοντας ἢ λόγωι ἢ ἔργωι
ὑπὲρ τᾶς πόλιος ἢ ὑπὲρ τᾶγ κωμᾶν.
Search Help