[ ]
Delos — mid-3rd c. BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ [τῶι] |
[δ]ήμωι· Φίλλις Διαίτου εἶπεν· | |
[ἐ]πειδὴ Ἱερωνίδης ἀνὴρ ἀγαθὸς ὢ[ν] | |
[δ]ιατελεῖ περί τε τὸ ἱερὸν καὶ | |
5 | τὸν δῆμον τὸν Δηλίων· δεδό- |
χθαι τῶι δήμωι· Ἱερωνίδην | |
Πυθοδότου Ῥόδιον πρόξενον | |
εἶναι καὶ εὐεργέτην τῆς πόλε[ως] | |
[τ]ῆς Δηλίων καὶ αὐτὸν καὶ ἐκ- | |
10 | [γ]όνους καὶ εἶναι αὐτοῖς πάντω[ν] |
ἀτέλειαν καὶ προεδρίαν καὶ γ[ῆς] | |
[κα]ὶ οἰκίας ἔγκτησιν καὶ πρόσο- | |
δον πρὸς τὴν βουλὴν καὶ τὸν | |
δῆμον πρώτοις μετὰ τὰ ἱε[ρά]· | |
15 | [ὑ]πάρχειν [δὲ αὐτοῖς — — —]. |