[ ]
Delos — ca. 300-250 BC
1 | ἔδοξεν τῆι βουλῆι καὶ |
τῶι δήμωι· Λυσίστρατος εἶπε̣<ν>· | |
ἐπειδὴ Διοφάνης ἀνὴρ | |
ἀγαθὸς ὢν διατελεῖ πε- | |
5 | ρὶ Δηλίους· δεδόχθαι τῶι |
[δήμωι]· Διοφάνην Καλλι- | |
[— —c.8— — Ἀθ]ηναῖον πρό- | |
ξενον εἶναι Δ[ηλίων καὶ] | |
αὐτὸγ καὶ ἐκγόνους, κ[αὶ] | |
10 | εἶναι αὐτοῖς ἀτέλειαν |
ἐν Δήλωι πάντων καὶ γῆς | |
καὶ οἰκίας ἔγκτησιν καὶ | |
πρόσοδον πρὸς τὴμ βου- | |
λὴγ καὶ τὸν δῆμον πρώ- | |
15 | τοις μετὰ τὰ ἱερὰ καὶ τὰ |
ἄλλα ὅσα καὶ τοῖς ἄλλοις | |
προξένοις καὶ εὐεργέταις | |
τοῦ ἱεροῦ δέδοται παρὰ | |
[Δηλ]ίων· ἀναγράψαι δὲ τόδε | |
20 | [τὸ ψήφισμ]α τὴν βουλὴν εἰς |
[τὸ βουλευτή]ριον, τοὺς [δ]ὲ | |
[ἱεροποιοὺς εἰς τὸ ἱερόν]. |