Proxeny decree for Theogenes of Naukratis.  Two fragments of a pedimental stele of grayish marble; b now lost. Stoich. 28.
[ ] Attica — Athens — Akropolis (a), nr. Mon. of Lysikrates (b) — 349/8 BC — IG II² 206 — ZPE 158 (2006) 129, 23 (cf.)
See also:
1   θεο[ί]·
ἐπὶ τῆς Πανδιονίδος ἐνάτης π[ρυτα]-
νείας, ἧι Διεύχης Δημάρχου Φρε[άρρ]-
ιοςIV ἐγραμμάτευεν· Σωκέρδης Ἁλ[αιε]-
5 ὺς ἐπεστάτει· Καλλίμαχος ἦρχεν· [ἔδ]-
οξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἱε[ρο]-
κλείδης Τιμοστράτου Ἀλωπεκῆθε[ν]
εἶπεν· ἐπειδὴ Θεογένης ὁ Ναυκρατί-
της ἀνὴρ ἀγαθός ἐστιν περὶ τὸν δῆμ-
10 ον τὸν Ἀθηναίων καὶ ποεῖ ὅ τι δύνατ-
αι ἀγαθὸν καὶ ἰδίαι τοὺς ἀφικνουμ-
ένους καὶ δημοσίαι καὶ νῦν καὶ ἐν τ-
ῶι πρόσθεν χρόνωι καὶ αὐτὸς καὶ οἱ
πρόγονοι αὐτοῦ, δεδόχθαι τῆι βουλ-
15 ῆι· τοὺς προέδρους, οἳ ἂν λάχωσιν πρ-
οεδρεύειν εἰς τὴν πρώτην ἐκκλησί-
αν, προσαγαγεῖν Θεογένην καὶ χρημ-
[ατίσ]αι αὐτῶι, γνώμην δὲ ξυμβάλλεσ-
θαι τῆς [β]ουλῆς εἰς τὸν δῆμον, ὅτ[ι] δο-
20 κεῖ τῆι βου[λῆι] εἶναι Θεογένην Ξε[ν]-
οκλέος Ναυκ[ρατίτη]ν πρόξενον [κα]-
ὶ εὐ[ερ]γέτην [τ]ο[ῦ δήμου τοῦ Ἀθηναίω]-
ν καὶ αὐτὸν καὶ [ἐκγόνους καὶ εἶναι]
αὐτῶι οἰκίας ἔ[γκτησιν· ἐπιμελεῖσ]-
25 θαι δὲ αὐτοῦ το[ὺς στρατηγοὺς καὶ τ]-
ὴν βουλὴν τὴν ἀ[εὶ βουλεύουσαν. vvv]
Ἱεροκλείδης Τ[ιμοστράτου Ἀλωπεκ]-
[ῆ]θεν εἶπεν· τὰ μὲ[ν ἄλλα καθάπερ τῆι]
βουλῆι, ἀναγράψ[αι δὲ τόδε τὸ ψήφισ]-
30 μα τὸν γραμματ[έα τῆς βουλῆς ἐν ἀκρ]-
οπόλει καὶ στῆσ[αι δέκα ἡμερῶν, εἰς]
δὲ τὴν ἀναγραφὴ[ν τῆς στήλης δοῦνα]-
ι τὸν [τ]αμίαν τοῦ [δήμου ΔΔ δραχμὰς ἐ]-
κ τῶν κατὰ ψηφίσ[ματα ἀναλισκομέν]-
35 ων τῶι δήμωι· ἐπα[ινέσαι δὲ Θεογένη]-
[ν κ]αὶ [κα]λέ[σ]α[ι][πὶ ξένια εἰς τὸ πρυτ]-
[ανεῖον εἰς αὔριον].
Search Help
Contact Us