| 1 | ἐπὶ τῆς Πανδιονίδος ἐνάτης π[ρυτα]- |
| νείας ἧι Διεύχης Δημάρχου Φρε[άρρ]- | |
| ιος ἐγραμμάτευεν. Σωκέρδης Ἁλα[ιε]- | |
| ὺς ἐπεστάτει· Καλλίμαχος ἦρχεν· [ἔδ]- | |
| 5 | οξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἱε[ρο]- |
| κλείδης Τιμοστράτου Ἀλωπεκῆθε[ν] | |
| εἶπεν· ἐπειδὴ Θεογένης ὁ Ναυκρατί- | |
| της ἀνὴρ ἀγαθός ἐστιν περὶ τὸν δῆμ- | |
| ον τὸν Ἀθηναίων καὶ ποεῖ ὅτι δύνατ- | |
| 10 | αι ἀγαθὸν καὶ ἰδίαι τοὺς ἀφικνουμ- |
| ένους καὶ δημοσίαι καὶ νῦν καὶ ἐν τ- | |
| ῶι πρόσθεν χρόνωι καὶ αὐτὸς καὶ οἱ | |
| πρόγονοι αὐτοῦ, δεδόχθαι τῆι βουλ- | |
| ῆι, τοὺς προέδρους οἳ ἂν λάχωσιν πρ- | |
| 15 | οεδρεύειν εἰς τὴν πρώτην ἐκκλησί- |
| αν προσαγαγεῖν Θεογένην καὶ χρημ- | |
| [ατίσ]αι αὐτῶι, γνώμην δὲ ξυμβάλλεσ- | |
| θαι τῆς [β]ουλῆς εἰς τὸν δῆμον ὅτ[ι] δο- | |
| κεῖ τῆι βου[λῆι] εἶναι Θεογένην Ξε[ν]- | |
| 20 | οκλ̣έ̣ο̣υς Ναυκ[ρατίτη]ν πρόξενον [κα]- |
| ὶ εὐ[ερ]γέτην [τ]ο[ῦ δήμου τοῦ Ἀθηναίω]- | |
| ν καὶ αὐτὸν καὶ [ἐκγόνους καὶ εἶναι] | |
| αὐτῶι οἰκίας ἔ[γκτησιν· ἐπιμελεῖσ]- | |
| θαι δὲ αὐτοῦ το[ὺς στρατηγοὺς καὶ τ]- | |
| 25 | ὴν βουλὴν τὴν ἀ[εὶ βουλεύουσαν]․ |
| Ἱεροκλείδης Τ[ιμοστράτου Ἀλωπεκ]- | |
| [ῆ]θεν εἶπεν· τὰ μ[ὲν ἄλλα καθάπερ τῆι] | |
| βουλῆι, ἀναγράψ[αι δὲ τόδε τὸ ψήφισ]- | |
| μα τὸν γραμματ[έα τῆς βουλῆς ἐν ἀκρ]- | |
| 30 | οπόλει κα̣ὶ̣ στῆσ[αι δέκα ἡμερῶν, εἰς] |
| δὲ τὴν ἀναγραφὴ[ν τῆς στήλης δοῦνα]- | |
| ι τὸν [τ]αμίαν τοῦ [δήμου ΔΔ δραχμὰς ἐ]- | |
| κ τῶν κατὰ ψηφίσ[ματα ἀναλισκομέν]- | |
| ων τῶι δήμωι. ἐπα[ινέσαι δὲ Θεογένη]- | |
| 35 | [ν κ]αὶ [κα]λέ[σ]α[ι] ἐ[πὶ ξένια εἰς τὸ πρυτ]- |
| [ανεῖον εἰς αὔριον]. |
IG II²
206