[ ] Att. — stoich. 77 — 420 a.
1 [Ἀργείον.               Μαντινέον.              Ἐλ]ε[ί]ον.
[σπονδὰς ἐποιέσαντο ℎεκατὸν Ἀθεναίοι ἔτε καὶ Ἀργεῖοι καὶ Μαντινε͂ς καὶ Ἐλεῖο]ι πρὸς ἀλλέλος ℎ-
[υπὲρ σφο͂ν αὐτο͂ν καὶ το͂ν χσυμμάχον ℎο͂ν ἄρχοσι ℎεκάτεροι ἀδόλος καὶ ἀβλαβε͂ς καὶ] κατὰ γε͂ν καὶ κα-
[τὰ θάλατταν. ℎόπλα δὲ μὲ ἐχσεῖναι ἐπιφέρεν ἐπὶ πεμονε͂ι μέτε Ἀργείος καὶ Ἐλείο]ς καὶ Μαντινέας
5 [καὶ τὸς χσυμμάχος ἐπὶ Ἀθεναίος καὶ τὸς χσυμμάχος ℎο͂ν ἄρχοσι Ἀθεναίοι, μέτε Ἀθε]ναίος καὶ τὸς χ-
[συμμάχος ℎο͂ν ἄρχοσι Ἀθεναῖοι ἐπὶ Ἀργείος καὶ Ἐλείος καὶ Μαντινέας καὶ τὸς χσυ]νμάχος, τέχνει
[μεδὲ μεχανε͂ι μεδεμιᾶι vv κατὰ τάδε χσυμμάχος ἐ͂ναι Ἀθεναίος καὶ Ἀργείος καὶ Μα]ντινέας καὶ Ἐλ-
[είος ℎεκατὸν ἔτε· ἐὰν πολέμιοι ἴοσι ἐπὶ τὲν γε͂ν τὲν Ἀθεναίον, βοεθε͂ν Ἀργείος καὶ] Μαντινέας καὶ
[Ἐλείος Ἀθέναζε, καθότι ἂν ἐπαγγέλλοσι Ἀθεναῖοι, τρόποι ὅτοι ἂν δύνονται ἰσχυρ]οτάτοι κατὰ τὸ
10 [δυνατὸν· ἐὰν δὲ δειόσαντες οἴχονται, πολεμίαν εἶναι ταύτεν τὲν πόλιν Ἀργείοις] καὶ Μαντινεῦσ-
[ιν καὶ Ἐλείοις καὶ Ἀθεναίοις, καὶ κακο͂ς πάσχεν ℎυπὸ ℎαπασο͂ν το͂ν πόλεον τούτον· κ]αταλύεν δὲ μὲ ἐ-
[χσε͂ναι τὸν πόλεμον πρὸς ταύτεν τὲν πόλιν μεδεμιᾶι το͂ν πόλεον, ἐὰν μὲ ℎαπάσαις] δοκ[ε͂]ι. βοεθε͂ν δὲ
[καὶ Ἀθεναίος ἐς Ἄργος καὶ ἐς Μαντίνειαν καὶ ἐς Ἐ͂λιν, ἐὰν πολέμιοι ἴοσι ἐπὶ τὲν γε͂]ν τὲν Ἀργείον ἒ
[τὲν Μαντινέον ἒ τὲν Ἐλείον, καθότι ἂν ἐπαγγέλλοσι ℎαι πόλες ℎαῦται, τρόποι ℎοποί]οι ἂν δύνοντα-
15 [ι ἰσχυροτάτοι κατὰ τὸ δυνατόν· ἐὰν δὲ δειόσαντες οἴχονται, πολεμίαν εἶναι ταύτεν] τὲν πόλιν Ἀθ-
[εναίοις καὶ Ἀργείοις καὶ Μαντινεῦσιν καὶ Ἐλείοις, καὶ κακο͂ς πάσχεν ℎυπὸ ℎαπασο͂ν το]ύτον το͂ν π-
[όλεον· καταλύεν δὲ μὲ ἐχσε͂ναι τὸν πόλεμον πρὸς ταύτεν τὲν πόλιν μεδεμιᾶι το͂ν πόλεο]ν, ἐὰν μὲ ℎαπ-
[άσαις δοκε͂ι· ℎόπλα δὲ μὲ ἐᾶν ἔχοντας διιέναι ἐπὶ πολέμοι διὰ τε͂ς γε͂ς τε͂ς τε σφετέρας α]ὐτο͂ν καὶ τ-
[ο͂ν χσυμμάχον ℎο͂ν ἄρχοσι ἕκαστοι, μεδὲ κατὰ θάλατταν, ἐὰν μὲ φσεφισαμένον το͂ν πόλεον] ℎαπασο͂ν τ-
20 [ὲν δίοδον ἐ͂ναι, Ἀθεναίον καὶ Ἀργείον καὶ Μαντινέον καὶ Ἐλείον vv τοῖς δὲ βοεθο͂σιν ℎε] πόλ[ις] ℎε π-
[έμποσα παρεχέτο μέχρι μὲν τριάκοντα ἑμερο͂ν σῖτον, ἐπειδὰν ἔλθοσι ἐς τὲν πόλιν τὲν ἐπαγ]γέλασ-
[αν βοεθε͂ν, καὶ ἀπιο͂σιν κατὰ τὰ αὐτά. ἐὰν δὲ πλέονα βόλεται χρόνον τε͂ι στρατιᾶι χρε͂σθαι ℎ]ε πόλις
[ℎε μεταπεμφσαμένε, διδότο σῖτον το͂ι μὲν ℎοπλίτει καὶ φσιλο͂ι καὶ τοχσότει τρεῖς ὀβολ]ὸς Αἰγιν-
[αίος τε͂ς ἑμέρας ℎεκάστες, το͂ι δὲ ℎιππεῖ δραχμὲν Αἰγιναίαν· ℎε δὲ πόλις ℎε μεταπεμφσαμέ]νε τε͂ι σ-
25 [τρατιᾶι τὲν ℎεγεμονίαν ἐχέτο, ℎόταν ἐν τε͂ι αὐτε͂ς ℎο πόλεμος ἐ͂ι. ἐὰν δέ ποι δόχσει ℎαπάσα]ις ταῖς
[πόλεσιν κοινε͂ι στρατεύεσθαι, τὸ ἴσον τε͂ς ℎεγεμονίας μετε͂ναι ℎαπάσαις ταῖς πόλεσιν. ὀμ]όσαι δ-
[ὲ τὰς σπονδὰς Ἀθεναίος μὲν ℎυπέρ τε σφο͂ν αὐτο͂ν καὶ το͂ν χσυμμάχον, Ἀργεῖοι δὲ καὶ Μαντινε͂ς καὶ Ἐ]-
[λείον καὶ ℎοι χσύμμαχοι τούτον κατὰ πόλες ὀμνύντον. κτλ․ (=Thuc. 5.47.8-12)]
Search Help