[ ]
Euboia — Eretria — ca. 100 BC
| [— — — — — — — — — — — — — — — — — — — — — — — μεγαλο]- | |
| 1 | [ψυχίαν ἐκτενῆ καθιστάνων πρὸς] τὸν δ[ῆμο]ν βουλόμενός |
| [τε τῆς ἑαυτοῦ καλοκἀ]γαθία[ς] τε καὶ εὐνοίας ἧς ἔχει | |
| [πρὸς τὸν δῆμον ἀθάνατ]ον ὑπόμνημα καταλιπεῖν εἰς | |
| [τὸν ἅπαντα χρόνον ἀνατέθ]εικεν ἐκ τοῦ ἰδίου βίου τῷ δήμῳ εἰς | |
| 5 | [ἐλαιοχρείστιον ἀργυρίου δρ(αχμὰς)] τετρακισμυρίας εἵνεκεν τοῦ |
| [δανειζομένου τοῦ προγε]γραμμένου πλήθους ἐπὶ ὑποθήκαις | |
| [ἀξιοχρέοσιν καταγοράζε]σθαι ἀπὸ τοῦ πίπτοντος κατ’ ἐνιαυ- | |
| [τὸν τόκου ἔλαιον εἰς τὸ γυμ]νάσιον, γινομένης ἐγδόσεως | |
| [ὑπὸ τῶν ἐπὶ ταῦτα τεταγμ]ένων ἀρχόντων, τόν τε δῆμον | |
| 10 | [κουφίζεσθαι τῆς δαπάνης] ταύτης· ὅπως οὖν καὶ ὁ δῆμος εὐχάρισ- |
| [τος φαίνηται τιμῶν τοὺς ἀρετῆ]ι καὶ δόξῃ διαφέροντας ἄνδρας | |
| [ζηλωταί τε πολλοὶ τῶν ὁμοίων] γίνωνται τιμωμένων ἀεὶ τῶν κα- | |
| [λῶν καὶ ἀγαθῶν ἀνδρῶν τύ]χῃ ἀγαθῇ· vac. δεδόχθαι τοῖς τε συν- | |
| [έδροις καὶ τῷ δήμῳ ἐπαινέ]σαι Θεόπομπον Ἀρχεδήμου | |
| 15 | [ἐπί τε τῇ εὐνοίᾳ καὶ φιλοδο]ξίᾳ ᾗ ἔχει πρὸς τὸν δῆμον καὶ ἐ- |
| [πὶ τῷ ἀπὸ τῆς πρώτης ἡλικίας τῶ]ν καλλίστων ζηλωτὴν γεινό- | |
| [μενον ἀπόδειξιν πεποιῆ]σθαι ἧς ἔχει πρὸς τὰ κοινὰ πράγ- | |
| [ματα μεγαλοψυχίας καὶ σ]τεφανῶσαι αὐτὸν χρυσῷ στε- | |
| [φάνῳ καὶ εἰκόσιν χαλκαῖς δ]υσίν, ὧν τὴν μὲν μίαν στῆσαι | |
| 20 | [ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδο]ς τῆς Ἀμαρυσίας ἐν τῷ ἐπιφανεσ- |
| [τάτῳ τόπῳ, τὴν δὲ ἄλλην ἐν] τῷ γυμνασίῳ ἐπιγράψαντας | |
| ["ὁ δῆμος ὁ Ἐρετριέων Θεόπομ]πον Ἀρχεδήμου ἀρετῆς ἕνεκεν | |
| [καὶ εὐνοίας τῆς εἰς αὑτόν"· ἀναγρ]άψαι δὲ τόδε τὸ ψήφισμα εἰς στή- | |
| [λας λιθίνας δύο καὶ ἀναθεῖναι παρ]ὰ τὰς εἰκόνας, ὅπως ἐπιφανὴ- | |
| 25 | [ς ὑπάρχῃ τοῖς τε πολίταις πᾶσιν κ]αὶ τῶν ξένων τοῖς παρεπιδη- |
| [μοῦσι ἥ τε τοῦ ἀνδρὸς μεγαλομέρ]εια καὶ καλοκἀγαθία καὶ ἡ τοῦ | |
| [δήμου εὐχαριστία εἰς τοὺς καλο]ὺς καὶ ἀγαθοὺς ἄνδρας καὶ πολλο- | |
| [ὶ ζηλωταὶ γίνωνται τῶν ὁμοίων· ἀναγορ]εύεσθαί τε τὰς τιμὰς Διονυσ- | |
| [ίοις τε, ἐν ᾗ συντελεῖται τοῦ Διον]ύσου ἡ πομπή, καὶ Ἀρτεμισίων | |
| 30 | [τῷ ἀγῶνι τῆς πυρρίχης· τοῦ δὲ κηρύ]γματος ἐπιμελεῖσθαι κατ’ ἐνιαυ- |
| [τὸν τοὺς προβούλους τοὺς ἀεὶ ἐν ἀρχ]ῇ ὄντας· ἐπιγράψαι δὲ καὶ ἐπὶ | |
| [τὰς ἑσταμένας ὑπ’ αὐτοῦ εἰκόνας τῶ]ν τε υἱῶν καὶ τῆς θυγατρός, | |
| [διότι ἀνατίθησιν αὐτὰς ὁ δῆμος ὁ Ἐ]ρετριέων ἀρετῆς ἕνεκε[ν] | |
| [καὶ εὐνοίας τῆς εἰς ἑαυτόν· ὅπως δὲ] μένῃ τὸ ἀνακείμενον | |
| 35 | [ἀσφαλῶς κατὰ τὴν τοῦ ἀναθέντος β]ούλησιν καὶ εἰς ἄλλο μη- |
| [θὲν ᾖ καταχρήσασθαι, μηθενὶ ἐξουσίαν] εἶναι ἀπὸ τούτου <τοῦ> διαφ[ό]- | |
| [ρου μηδὲ ἀπὸ τοῦ πίπτοντος ἀπ’ αὐτοῦ τόκ]ου μήτε καταχρήσα- | |
| [σθαι εἰς ἄλλο μηθὲν μήτε ἐπιψηφίσασθαι μήτ]ε ἐπερωτῆσαι· εἰ | |
| [δὲ μή, ὅ τε γράψας ἢ ἐπερωτήσας ὀφειλέτω ἱερὰς τῆ]ς Ἀρτέμιδος δ- | |
| 40 | [ραχμὰς ἑξακισμυρίας καὶ ἔστω ἀπαγωγὴ κατ’ αὐτ]οῦ [τ]ῷ βουλο- |
| [μένῳ ἐπὶ τῷ τρίτῳ μέρει πρὸς τοὺς ἄρχοντας — — — — — — — —] |