[ ] Euboia — Aidepsos — cf. IG XII, Suppl. 199,1240
See also:
1 ἐνθάδ’ ἐγὼ
κεῖμαι Διογενι-
ανὸς Νεικομη-
δεύς, πολλῶν
5 φίλος πρότερον,
νῦν δὲ κατῆλθον
ἰς Ἀΐδαο, πολλὰ πε-
ριπλεύσας πρότε-
ρον ναυκληρῶν,
10 εἶτα τὸ νῦν κυβερ-
νῶν παρήμην θερ-
μοῖς λουτρώσασ-
θαι Αἰδέψου. ἡ δὲ
πικρὰ μοῖρα οὕτω
15 ἐμιτώσατο, θερμί-
ζειν με διόλου. καὶ
διὰ ταύτης μου τῆς
στήλλης μηνύω τοῖς
παροδείταις ζῶν
20 κτῶ χρῶ· τὸ γὰρ θα-
νεῖν πᾶσι κέκραται.
navis cum arbore et duobus remis
Search Help