[ ] Euboia — Chalkis — late 2nd c. BC
1               ἐπὶ ἡγεμόνος Σωσιστράτου·
[Φ]ιλόξε̣νος Πολυκλέους εἶπεν· ἐπειδὴ Μόσχος Νικίου Θηβαῖος
εὔνους ὢν διατελεῖ τῶι δήμωι τῶι Χαλκιδέων καὶ πολλοῖς τῶν
πολιτῶν χρήσιμος γίνεται, ἐν οἷς ἄν τις αὐτὸν παρακαλῆ<ι>, δεδόχθαι
5 τῆι βουλῆι καὶ τῶι δήμωι πρόξενον εἶναι καὶ εὐεργέτην τοῦ δήμου τοῦ
Χαλκιδέων Μόσχον Νικίου Θηβαῖον καὶ αὐτὸν καὶ ἐκγόνους αὐτοῦ
καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔνκτησιν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν
καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ τἆλλα ὑπάρχειν αὐτοῖ[ς π]άντ[α]
ὅσαπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τοῦ δ[ήμου]
10 τοῦ Χ̣[αλκ]ι̣δ̣έ̣[ων] γέγραπται.
Search Help
Contact Us