[ ] Euboia — Chalkis — ca. 200-150 BC
face a.1                    ἐπὶ ἡγεμόνος Δεξιτέλου·
Ἀρτεμίδωρος Μύρωνος εἶπεν· ἐπειδὴ Σωκράτης Σωσιπάτρου Σιδώνιος
εὔνους ὢν διατελεῖ τῶι δήμωι τῶι Χαλκιδέων καὶ πολλοῖς τῶν πολιτῶν
χρήσιμος γίνεται, εἰς ἃ ἄν τις αὐτὸν παρακαλῆι, σπουδῆς καὶ φιλοτιμίας
5 οὐθὲν ἐλλείπων, εἰσαγήγοχεν δὲ καὶ σῖτον πλεονάκις καὶ ἀπέδοτο ὅσου παρε-
κάλουσαν αὐτὸν οἱ ἄρχοντες, v δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι πρόξενον
εἶναι καὶ εὐεργέτην τοῦ δήμου τοῦ Χαλκιδέων Σωκράτην Σωσιπάτρου Σιδώνιον
καὶ αὐτὸν καὶ ἐκγόνους αὐτοῦ καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ
ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πολέμου ὄντος καὶ εἰρήνης καὶ τἆλλα ὑπάρχειν
10 αὐτοῖς πάντα ὅσαπερ καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τοῦ
δήμου τοῦ Χαλκιδέων γέγραπται.
face b.1 ἐπὶ ἡγεμόνος Ἀν[τιλέ]οντος, μηνὸς Ὀλυ[μπι]-
ῶνος. Ἀσκληπιάδη[ς ․․․․]κλέους εἶπεν̣· ἐπ[ειδὴ]
Εὔβουλος Ἀγαθίνο[υ Κνίδιο]ς εὔνους ὢν διατ[ελεῖ]
τῶι δήμωι τῶι Χαλκιδέων καὶ πολλοῖς τῶν πολι[τῶν]
5 χρήσιμος γίνεται, ὁ[πότα]ν τις χρήαν ἔχων αὐτ̣[οῦ]
τυγχάνη<ι>· δεδόχθα[ι τῶι δή]μωι εἶναι πρόξενον vac.
Εὔβουλον Ἀγαθίνου Κν[ίδιο]ν καὶ τοὺς ἐκγόνους αὐτο[ῦ]
καὶ ὑπάρχιν αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν καὶ εἶναι
αὐτῶι ἀσυλίαν καὶ ἀσφάλειαν καὶ πολέμου ὄν-
10 τος καὶ εἰρήνης καὶ τἆλλα ὑπάρχειν αὐτῶι φιλά[ν]-
θρωπα πάντα καθάπερ καὶ τοῖς ἄλλοις
προξένοις γέγραπται.
face c.1                     ἐπὶ ἡγεμόνος Ἀρχίου, μηνὸς Ταρ[γηλ]ιῶνος τετράδι ἐπὶ δέκα·
ἐπειδὴ χρείαν ἐχούσης τῆς πόλεως διαφόρ[ου πρὸ]ς καταγορασμὸν σίτου Κλέων
[Ε]ὐνοστίδα Λακεδαιμόνιος ὑπάρχων τῆς π[ό]λεως πρόξενος παρακληθεὶς δανεῖσα[ι],
ὅσον ἂν αὐτῶι εὔκαιρον ἦι, ἐπέδωκεν αὑτὸν ἀπροφασίστως δοὺς ἀτόκου<ς> δραχμὰς μυρίας τρισχιλίας
5 πεντακοσίας προαιρούμενος ὅσον ἐφ’ ἑαυτῶι μὴ καθυστερεῖν τὸν δῆμον μηθενὸς τῶν κατεπε[ι]-
γόντων, περὶ δὴ τούτων δεδόχθαι τοῖς συνέδροις ἐπαινέσαι Κλέωνα Εὐνοστίδα Λακεδαιμόνιον
ἐπὶ τῶι γνησίαν τὴν ἐξ ἑαυτοῦ εὔνοιαν ἀποδείκνυσθαι εἰς τὴν ἡμετέραν πόλιν, καλέσαι δὲ
αὐτὸν καὶ ἐπὶ θυσίαν εἰς τὸ πρυτανεῖον ἐπὶ τὴν κοινὴν ἑστίαν, τοὺς δὲ στρατηγοὺς καὶ τὸν
[γρ]α̣μματέα τοῦ συνεδρίου προνοηθῆναι, ὅπως ἡ δεδομένη αὐτῶι προξενία ὑπὸ τῆς πόλεως
10 [ἀναγρ]α̣φῆι ἐν τῶι ἐπιφανεστάτωι τῆς ἀγορᾶς τόπωι· ὡσαύτως δὲ καὶ τόδε τὸ δόγμα· τὸν δὲ
[ταμίαν δ]οῦναι τὸ ἐσόμενον εἰς ταῦτα ἀνήλωμα, τὴν δὲ ἀπόδοσιν ποιήσασθαι τῶν προει-
[ρημένων χρ]ημάτ[ων τ]οὺς σιτώ̣[να]ς, καθὼς ἐν τῶι περὶ [τούτων δόγματι γέγραπται].
Search Help
Contact Us