1 | Δαμασίας Φανοκλείου Ἀφαρε- |
ῦθεν εἶπεν· ἐπειδὴ Γλαύκιππ- | |
ος καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἱππο- | |
δάμας καὶ Ἀπολλώνιος ἄνδρε- | |
5 | ς ἀγαθοὶ διατελοῦσιν ὄντε[ς] |
περὶ τὸν βασιλέια Δημήτριο[ν] | |
καὶ τὸν δῆμον τὸν Ἐρετριείω- | |
ν καὶ περὶ τοὺς στρατευομέν- | |
ους τῶν πολιτῶν ἐν ταῖς ναυσ- | |
10 | ὶν πολλὴν φιλοτιμίαν ποιο͂ν- |
ται, ἔδοξεν τῶι δήμωι εἶναι {α} | |
αὐτοὺς προξένους καὶ εὐεργέ- | |
τας τοῦ δήμου τοῦ Ἐρετριείω- | |
ν Γλαύκιππον καὶ Ἱπποδάμαν- | |
15 | τα καὶ Ἀπολλώνιον Διονυσίου |
Ἀντιγονεῖς καὶ αὐτοὺς καὶ ἐγ- | |
γόνους καὶ εἶναι αὐτοῖς γῆς | |
καὶ οἰκίας ἔνκτησιν καὶ ἀτέ- | |
λειαν εἰσάγουσιν καὶ ἐξάγο- | |
20 | υσιν καθάπερ τοῖς ἄλλοις Ἐρε- |
τριεῦσιν καὶ ἀσυλίαν καὶ ἀσφ- | |
άλειαν καὶ εἰρήνης καὶ πολέ- | |
μου καὶ κατὰ γῆν καὶ κατὰ θάλ- | |
ατταν καὶ πρόσοδον πρὸς τὴν | |
25 | βουλὴν καὶ τὸν δῆμον πρώτοις |
μετὰ <τὰ> ἱερά, ἀναγράψαι δὲ τόδε | |
τὸ ψήφισμα ἐν στήληι λιθίνηι | |
καὶ στῆσαι ἐν τῶι ἱερῶι τοῦ Ἀπ- | |
όλλωνος τοῦ Δαφνηφόρου. |
IG XII,9
210