| 1 | οἱ πρόβουλοι καὶ οἱ στρατηγοὶ εἶπαν· |
| ἐπειδὴ Ἀπολλόδωρος̣ Ἀν̣αξιδό̣του | |
| [Μ]ακεδὼν ἀνὴρ ἀ̣γ̣αθό[ς] ἐ̣σ̣τι περὶ τὸν | |
| [δ]ῆμον τὸν Ἐρετριέω̣ν̣ καὶ λέγων καὶ | |
| 5 | πράττων ἀεὶ τὰ συμ[φέ]ροντα τῶι δήμωι, |
| ἔδοξεν τεῖ βουλεῖ [κα]ὶ τῶι δήμωι εἶναι | |
| Ἀπολλόδωρον Ἀν̣αξιδότου Μακεδό- | |
| να πρόξενον καὶ εὐεργέτην Ἐρετριέ- | |
| ων αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτ[ῶι] | |
| 10 | [γῆς] κ̣αὶ οἰκίας ἔγκτ̣ησιν καὶ πρόσοδ̣ο̣[ν] |
| [πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον — — — —]. |
IG XII,9
205