[ ] Euboia — Eretria — 4th c. BC — cf. IG XII, Suppl. 178,198
[ἐπειδὴ Ἀδείμαντος Ἀνδροσθένους]-
1 [Λαμψακηνὸς διατρίβων παρὰ τῶι β]ασιλ-
[εῖ Δημητρίωι — — — — — — — κ]αὶ τἆλλ-
[α πάντα οὐδὲν ἐνλείπων τῆ]ς εὐνοίας τ-
[ε καὶ συναγωνιζόμενος τοῖ]ς Ἕλλησιν δια-
5 [τελεῖ καὶ περὶ τὸν δῆ]μον τὸν Ἐρετριέ-
[ων εὔνους ὢν καὶ λέγω]ν καὶ πράττων ἀεὶ
[— — — — —]ω̣ν̣ τὰ συμφέροντα Ἐρετρ-
[ιέων πόλει· ἔδοξεν] τῶι δήμωι ἐπαινέσαι μ-
[ὲν Ἀδείμαντον Ἀ]ν̣δροσθένους Λαμψακην-
10 [ὸν ἀρετῆς ἕνεκα] καὶ φιλοτιμίας τῆς εἰς τ-
[ὴμ πόλιν τὴν Ἐρε]τριέων καὶ εἶναι πολίτ-
[ην τοῦ δήμου αὐ]τὸγ καὶ ἐγγόνους καὶ με-
[τεῖναι αὐτοῖς τῶν] ἱερῶν καὶ τῶν̣ ἄλλων ἁπά-
[ντων ὧπνερ καὶ το]ῖς ἄλλοις Ἐρετριεῦσι
15 [μέτεστι· εἶναι δ]ὲ καὶ πρόσοδον αὐτοῖς
[πρὸς τὴμ βουλὴν κ]αὶ τὸν δῆμον πρώτοις μ-
[ετὰ τὰ ἱερὰ καὶ ἀτ]έλειαν εἰσάγουσι καὶ
[ἐξάγουσι ἐκ τῆς] χώρας ὅσα ἐπὶ χρήσει αὐ-
[τοῖς καὶ ἀσφάλει]αν καὶ ἀσυλ{υλ}ίαν {²⁶ἀσυλίαν}²⁶ καὶ εἰ-
20 [σπλέουσι καὶ ἐκ]πλέουσι καὶ εἰρήνης κ-
[αὶ πολέμου· τοὺς δ]ὲ προβούλους τοὺς ἀεὶ
[ὄντας ἐπιμελεῖσθ]αι Ἀδειμάντου καὶ τῶ-
[ν ἐγγόνων, ὅπως ἐν Ἐ]ρετρίαι μηθ’ ὑφ’ ἑνὸς ἂν
[ἀδικηθῶσιν· στ]ῆσαι δὲ καὶ εἰκόνα
25 [Ἀδειμάντου ὅπου ἂν] βούληται· ἑλέσθαι
[δὲ καὶ ἄνδρας τρεῖς ἐ]ξ ἁπάντων Ἐρετριέ-
[ων, οἵτινες ἐπιμελήσον]ται τῆς εἰκόνος
[τῆς κατασκευῆς Ἀδε]ιμάντου· ὁ δὲ ταμ-
[ίας καταβαλέτω τὸ ἀργύρ]ιον, καθ’ ὅτι ἂν οἱ
30 [πρόβουλοι γράφωσιν· χειρ]οτονῆσαι δὲ καὶ
[πρεσβευτὴν ἕνα ἐκ πάντων] Ἐρετριέων, ὅσ-
[τις ἀποδώσει Ἀδειμάντωι τὰ ἐψ]ηφισμένα
[Ἐρετριεῦσιν καὶ τὴν εὔνοιαν ἐμ]φανιεῖ,
[ἣν ὁ δῆμος ἔχει εἰς αὐτόν, δηλώσει δὲ] ὅτι
35 [— — — — — — — — — — — — — —]ον.
Search Help