[ ]
Euboia — Eretria — late 4th c. BC
1 | Ἐλπίνικος εἶπεν· ἐπειδὴ Τιμό- |
θεος Λυσανίου Μακεδὼν ἀνὴρ | |
ἀγαθὸς ὢν διατελεῖ περὶ τὸν | |
δῆμον τὸν Ἐρετριέων, ἔδοξεν | |
5 | τῶι δήμωι στεφανῶσαι αὐτὸν |
χρυσῶι στεφάνωι ἀπὸ χιλίων | |
δραχμῶν, στῆσαι δὲ καὶ εἰκόνα | |
αὐτοῦ χαλκῆν ἐφ’ ἵππου καὶ ἀνα- | |
θεῖναι, ὅπου ἂν βούληται τῶν | |
10 | ἱερῶν τῶν ἐν Ἐρετρίαι ἢ τῆς |
πόλεως· εἶναι δὲ αὐτῶι καὶ ἀτέ- | |
λειαν ἐν Ἐρετρίαι πάντων | |
καὶ σίτησιν ἐγ δημοσίου αὐτῶι | |
καὶ ἐκγόνοις· τὰς δὲ τιμὰς τὰς | |
15 | δεδομένας αὐτῶι ἀνακηρῦξαι |
τοὺς προβούλους τοῖς Διονυσίοις | |
ἐν τῶι ἀγῶνι τῶν κυκλίων χορῶν· | |
ἑλέσθαι δὲ καὶ ἐπιστάτας ἤδη | |
τρεῖς ἄνδρας ἐπὶ τὴν εἰκόνα, οἵτι- | |
20 | νες ἐπιμελήσονται τὴν ταχίστην |
ὅπως ἐπιτελεσθεῖ καὶ λόγον ἀπο- | |
δώσουσιν τῶν ἀναλωθέντων κατὰ | |
τὸν νόμον· δοῦναι δὲ Τιμοθέωι | |
τῶν οἰκιῶν τῶν φυγαδικῶν ἣν ἂν βού- | |
25 | ληται. |