[ ]
Euboia — Eretria — late 4th c. BC
| 1 | Ἐλπίνικος εἶπεν· ἐπειδὴ Τιμό- |
| θεος Λυσανίου Μακεδὼν ἀνὴρ | |
| ἀγαθὸς ὢν διατελεῖ περὶ τὸν | |
| δῆμον τὸν Ἐρετριέων, ἔδοξεν | |
| 5 | τῶι δήμωι στεφανῶσαι αὐτὸν |
| χρυσῶι στεφάνωι ἀπὸ χιλίων | |
| δραχμῶν, στῆσαι δὲ καὶ εἰκόνα | |
| αὐτοῦ χαλκῆν ἐφ’ ἵππου καὶ ἀνα- | |
| θεῖναι, ὅπου ἂν βούληται τῶν | |
| 10 | ἱερῶν τῶν ἐν Ἐρετρίαι ἢ τῆς |
| πόλεως· εἶναι δὲ αὐτῶι καὶ ἀτέ- | |
| λειαν ἐν Ἐρετρίαι πάντων | |
| καὶ σίτησιν ἐγ δημοσίου αὐτῶι | |
| καὶ ἐκγόνοις· τὰς δὲ τιμὰς τὰς | |
| 15 | δεδομένας αὐτῶι ἀνακηρῦξαι |
| τοὺς προβούλους τοῖς Διονυσίοις | |
| ἐν τῶι ἀγῶνι τῶν κυκλίων χορῶν· | |
| ἑλέσθαι δὲ καὶ ἐπιστάτας ἤδη | |
| τρεῖς ἄνδρας ἐπὶ τὴν εἰκόνα, οἵτι- | |
| 20 | νες ἐπιμελήσονται τὴν ταχίστην |
| ὅπως ἐπιτελεσθεῖ καὶ λόγον ἀπο- | |
| δώσουσιν τῶν ἀναλωθέντων κατὰ | |
| τὸν νόμον· δοῦναι δὲ Τιμοθέωι | |
| τῶν οἰκιῶν τῶν φυγαδικῶν ἣν ἂν βού- | |
| 25 | ληται. |