[ ]
Euboia — Eretria — after 340 BC — cf. IG XII, Suppl. 177,189
| 1 | [θ]εο[ί]. |
| Ἐξήκεστος Διοδώρου εἶπεν· ὅπωρ ἂν τὰ Ἀρ- | |
| τεμίρια ὡς κάλλιστα ἄγωμεν καὶ θύωριν ὡς π- | |
| λεῖστοι, ἔδοξεν τεῖ βουλεῖ καὶ τοῖ δήμοι· | |
| 5 | 〚․․〛 τιθεῖν τὴμ πόλιν ἀγῶνα μουσικῆς ἀπὸ χιλίων |
| δραχμῶν τεῖ Μεταξὺ καὶ τεῖ Φυλακεῖ καὶ παρέχει- | |
| ν ἄρνας τεῖ πρὸ τῶν Ἀρτεμιρίων πέντε ἡμέρας, τ- | |
| ούτων δὲ δύο ἐγκρίτους εἶναι· ἄρχειν δὲ τῆς μο- | |
| υσικῆς τετράδα φθίνοντος τοῦ Ἀνθεστηρι- | |
| 10 | ῶνος μηνός, τὴν δὲ μουσικὴν τιθεῖν ῥαψωιδοῖς, |
| αὐλωιδοῖς, κιθαρισταῖς, κιθαρωιδοῖς, παρωιδοῖς, | |
| τοὺς δὲ τὴν μουσικὴν ἀγωνιζομένους πάντα[ς] | |
| ἀγωνίζεσθαι προσόδιον τεῖ θυσίει ἐν τεῖ αὐλεῖ ἔ- | |
| [χο]ντας τὴν σκευὴν ἥμπερ ἐν τοῖ ἀγῶνι ἔχουρ[ι]· | |
| 15 | [τὰ δ]ὲ ἆθλα δίδοσθαι κατὰ τάδε· ῥαψωιδοῖ ἑκατὸν εἴ- |
| κοσι, δευτέροι τριήκοντα, τρίτοι εἴκοσι· αὐλωιδοῖ παιδὶ πε- | |
| ντήκοντα, δευτέροι τριήκοντα, τρίτοι εἴκοσι· ἀνδρὶ κιθαρισ- | |
| τεῖ ἑκατὸν δέκα, δευτέροι ἑβδομήκοντα, τρίτοι πεντή- | |
| κοντα πέντε· κιθαρωιδοῖ διηκόσια, δευτέροι ἑκατὸν | |
| 20 | πεντήκοντα, τρίτοι ἑκατόν· παρωιδοῖ πεντήκοντα, δευ- |
| τέροι δέκα· σιτηρέσιον δὲ δίδοσθαι τοῖς ἀγωνισταῖς | |
| τοῖς παραγενομένοις δραχμὴν τῆς ἡμέρης ἑκάστοι ἀρ- | |
| ξαμένοις μὴ πλέον τρισὶν ἡμέραις πρὸ τοῦ προάγωνος, μέ- | |
| χρι οὗ ἂν ὁ ἀγὼν γένηται· τὸν δὲ ἀγῶνα τιθόντων οἱ δήμ- | |
| 25 | αρχοι ὡς ἂν δύνωνται δικαιότατα καὶ ζημιούντων |
| τὸν ἀτακτέοντα κατὰ τὸν νόμον· παρέχειν δὲ καὶ τοὺς | |
| χώρους ἱερέα κριτά, βοῦς, πάντα τὰ ἔτη· συντελεῖν δὲ | |
| τοὺς χώρους εἰς τὰ κριτὰ καθάπερ Ἡράοις· τὰ δὲ δέ- | |
| ρματα λαμβάνειν τῶν ἱερείων τοὺς τὰ κριτὰ παρέχ- | |
| 30 | οντας· τοὺς δὲ τῶν ἱερῶν ἐπιστάτας κρίνειν τὰ ἱερέα |
| κατὰ τὸν νόμον καὶ ἐπιμισθοῦν, ἄν {²⁷ἃν? add. p.VII}²⁷ τις μὴ παρέχει τ- | |
| ῶγ χώρων· πωλεῖν δὲ ἐν τοῖ ἱεροῖ τὸμ βολόμενον ὅτι | |
| [ἂ]μ βόληται ἀτελέα μὴ τιθέντα τέλος μηδὲν μηδὲ πρ- | |
| [ή]ττεσθαι τοὺς ἱεροποιοὺς μηδὲν τοὺς πωλέοντ- | |
| 35 | ας· τὴν δὲ πομπὴν καθιστᾶν τοὺς δημάρχους ἐν τ- |
| εῖ ἀγορεῖ, ὅποι τὰ ἱερεῖα πωλεῖται, πρῶτομ μὲν τὰ δ- | |
| ημόσια καὶ τὸ καλλιστεῖον, ἔπειτα τὰ κριτά, ἔπειτα | |
| τῶν ἰδιωτῶν, ἐάν τις βόληται συμπομπεύειν· συμπο- | |
| μπευόντων δὲ καὶ οἱ τῆς μουσικῆς ἀγωνισταὶ πάντ- | |
| 40 | ες, ὅπως ἂν ὡς καλλίσστη ἡ πομπὴ καὶ ἡ θυσίη γένηται· |
| ἀναγράψαι δὲ τὸ ψήφισμα ἐστήλει λιθίνηι καὶ στῆσ- | |
| αι ἐν τοῖ ἱεροῖ τῆς Ἀρτέμιδος, ὅπως ἂν κατὰ τοῦτα γί- | |
| ν̣ηται ἡ θυσίη καὶ ἡ μουσικὴ τεῖ Ἀρτέμιδι εἰς τὸν ἀεὶ χ- | |
| [ρό]νον, ἐλευθέρων ὄντων Ἐρετριέων καὶ εὖ πρηττό̣ν̣- | |
| 45 | [τ]ων καὶ αὐτοκρατόρων. |