[ ]
Thasos
| 1 | [γ]έ[ν]νασ̣ε̣ν πινυτός σε Μενέστρατος, ἔτρεφε δὲ χθὼν |
| Προυσιάς, Ἀρχαίας(?) σύντροφε, Μηνοθέα. | |
| σωφροσύναι δὲ τρόπων νεοθαλεῖ θυμὸν ἰανθεὶς | |
| αὐτὸς ἄναξ ἐνέρων σὰν ἐδάκρυσε μόναν | |
| 5 | αἶσαν· ἐβδομίσιν(?) {²⁶ἐβδομάσιν}²⁶ γὰρ ἐτῶν δισσαῖσι προλείπεις |
| ἀέλιον, γλυκερῶν ἄμμορος [οὖ]σα γάμων. |