[ ]
Thasos — 4th c. BC (aft. 386/5 BC)
| {²intercedit titulus n. 347,III deleta parte prima tituli II}² | |
| 1 | [— — — — — — — — — — — — — — — — — — — — — — — — αἱ δὲ] |
| θωιαὶ καὶ ἀνενγύαι ἔστων κατὰ ταὐτά· ἂν δὲ μηδὲς ἀπ․․․․- | |
| [η]ι {²⁷ἀπ[είργη]ι?}²⁷, οἱ πρὸς τὴν ἤπειρον ἐπιτετραμμένοι δικασάσθων· ὅτ[ε] | |
| δ’ ἂν νικήσωσι, τῆς πόλεως ἡ θωιὴ ἔστω πᾶσα· ἂν δὲ οἱ ἐπιτετ- | |
| 5 | ραμμένοι μὴ δικάσωνται πυθόμενοι, αὐτοὶ τὴν θωιὴν διπ- |
| λησίην ὀφελόντων· δικασάσθω δὲ ὁ βολόμενος κατὰ ταὐτά, | |
| καὶ τῆς θωιῆς τὸ ἥμυσυ ἰσχέτω, καὶ τὴν δίκην οἱ δημιοργο- | |
| ὶ δόντ<ων> κατὰ τῶν ἐπιτετραμμένων κα<τὰ> ταὐτά· μηδὲ πλοῖον Θά- | |
| σιον ξενικὸν οἶνον ἐσαγέτω ἔσω Ἄθ<ω> καὶ Παχείης· εἰ δὲ μή, | |
| 10 | τὰς αὐτὰς θωιὰς ὀφελέτω ἅσπερ παρὰ τὸν οἶνον ὕδωρ παρα- |
| χέων, καὶ ὁ κυβερνήτης τὴν αὐτὴν θωιὴν ὀφελέτω· αἱ δὲ δίκ- | |
| αι καὶ αἱ ἀπενγύαι ἔστων κατὰ ταὐτά· μηδὲ ἐξ ἀμφορέων μη- | |
| δὲ ἐκ πιθάκνης μηδ’ ἐξ ψευδοπίθο κοτυλιζέτω μηδές. ὃς δ’ ἂ- | |
| ν πωλῆι, δίκαι καὶ ἀπεγγύαι καὶ θωιαὶ ἔστων κατὰ ταὐτὰ κ- | |
| 15 | ατάπερ το͂ ὕδατος τῆς παραχύσιος. |