[ ]
Skyros — mid-2nd c. BC
| 1 | Νικασίων Δημητρίου Ἀτηνεὺς εἶπεν· ἐπειδὴ τῆς |
| καταλεγείσης κανηφόρου ὑπὸ τοῦ ἄρχοντος Ἀθη- | |
| νίωνος τοῦ Διονυσ<ί>ου Ἁρμοξένας(!) ὁ πατὴρ Ἀρκεσί- | |
| δημος τήν τε πομπὴν ἐπευσχημόνησε ὡς ἠδύ- | |
| 5 | νατο βέλτιστα καὶ θῦμα παρέστησεν τῶι |
| θεῶι καὶ τὰ λοιπὰ ἀνεστράφη φιλοτίμως | |
| καὶ εὐσεβῶς καὶ ἀκολούθως τῆι Ἀθηναίων προ- | |
| αιρέσει· ὅπως οὖν ἐφάμιλλος ἦι πᾶσι τοῖς φιλο- | |
| τιμεῖμ βουλομένοις καὶ φιλοδο〚{ξ}——〛- | |
| 10 | 〚․․․〛ξοῦσιν {²⁶φιλοδοξοῦσιν}²⁶ εἰς τὸν δῆμον· ἀγαθῆι τύχηι· δεδόχθαι |
| τῶι δήμωι ἐπαινέσαι Ἀρκεσίδημον Πεισικράτου | |
| Ῥαμνούσιον εὐσεβείας ἕνεκεν τῆς πρὸς τοὺς θε- | |
| οὺς καὶ φιλοτιμίας τῆς εἰς τὸν δῆμον καὶ στε{φα}- | |
| φανῶσαι {²⁶στεφανῶσαι}²⁶ αὐτὸν κιττοῦ στεφάνωι. ἀναγράψαι δὲ | |
| 15 | καὶ τὸ ψήφισμα τόδε τὸν γραμματέα τοῦ δήμου |
| ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν ἀγορᾶι. εἰς δὲ τὴν | |
| ἀναγραφὴν τῆς στήλης καὶ τὴν ἀνάθεσιν μερί- | |
| σαι τὸν ταμίαν τοῦ δήμου τὸ γενόμενον ἀνήλω- | |
| μα. | |
| 19a | {²in corona hederacea:}² |
| 20 | ὁ δῆμος. |