[ ]
Thasos — 4th c. BC
| 1 | ἐπὶ Λυσιστράτου [τοῦ Α]ἴσχρωνος ἄρχο[ντος· τύχηι ἀγαθῆι]· |
| ἐπὶ τοῖσδε ἐκδέδοται [ὁ κῆπος ὁ] Ἡρακλέος ὁ πρὸς [τῆι πύληι. ὁ ἀναι]- | |
| ραιρημένος τὸν κῆ[πον τὸ χωρ]ίον καθαρὸν παρέξει [τὸ περὶ τὰς] | |
| πύλας, ὅπου ἡ κόπρος [ἐξεβάλλ]ετο. ἢν δέ τις ἐγβάλλη̣[ι κόπρον ἐς] | |
| 5 | τὸ χωρίον, εἶναι τὸ ἄγγος τοῦ ἀναιρερημένου τὸν κῆπο̣[ν, τὸν δὲ] |
| δοῦλον μαστιγώσαντα ἀθώϊον εἶναι. ὅπως δὲ τὸ χωρίον καθ̣[αρὸν] | |
| παρέχηι, ἐπιμέλεσθαι τὸν ἀγορηνόμον καὶ τὸν ἱερέα τοῦ | |
| Ἀσκληπιοῦ τοὺς ἑκάστοτε ἐόντας· ἢν δὲ μὴ ἐπιμέλωνται, | |
| ὀφείλεν αὐτοὺς τῆς ἡμέρης ἑκάστης ἡμίεκτον ἱρὸν τῶι | |
| 10 | Ἀσκληπιῶι· δικάζεσθαι δὲ τοὺς ἀπολόγους ἢ αὐτοὺς ὀφείλεν· |
| τὸν δὲ ἀναιρερημένον τῶ[ι ἱ]ρεῖ καὶ τῶι ἀγορανόμωι ἕκτην ὀφείλεν | |
| τῆς ἡμέρης. |