[ ] Samothrace — beg. 3rd c. BC
1 [— — — — — — στῆσαι ὡς ἐπιφανέστ]ατ̣α ὅτ̣ι ἂμ β̣[ο]ύ̣ληται παρὰ τὸ
— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
[{²nomen}² εἶπεν· ἐπειδὴ Νουμήνιος φίλος ὢν τῆς] πόλεως
[χρείας παρεχόμενος διατελεῖ καὶ ἰδίαι τοῖ]ς ἐντυγ[χ]ά̣-
5 [νουσι τῶμ πολιτῶν· ἐψηφίσθαι τῶι δήμωι ἐπαινέ]σαι Νουμήνιον
[{²τοῦ δεῖνος}² — — — διότι διατελεῖ παρεχόμ]ενος τὴν εὔνοιαν
[εἰς τὴν πόλιν, εὐεργέτην εἶναι αὐτὸν καὶ πρόξενον] μ̣ετέχοντα πάντων
[ὧγ καὶ οἱ ἄλλοι πρόξενοι μετέχουσιν]
             [— — — — Ἀντιφῶν(?)]ντος εἶπεν· ἐπειδὴ Σείρακος φίλος ὢν̣
10 [τῆς πόλεως — — — — — φιλοτιμούμεν]ος διατελεῖ καὶ χρείας
[παρεχόμενος κοινῆι τῶι δήμωι καὶ ἰδίαι τ]οῖς ἐντυγχάνουσι τῶμ πολιτῶν,
[ἐψηφίσθαι τῶι δήμωι· ἐπαινέσαι Σείρα]κον Ἰσχομάχου Αἰτωλὸν ἐγ Μεσάτα[ς]
[εὐνοίας ἕνεκεν ἣν ἔχων διατελεῖ εἰς τὴ]ν̣ πόλιν καὶ εἶναι αὐτὸμ πρόξενον̣
[μετέχοντα πάντων ὧν μετέχουσι καὶ οἱ] ἄλλοι πρόξενοι, ἀναγράψαι δὲ τόδ[ε]
15 [τὸ ψήψισμα εἰς στήλην λιθίνην]
                       — — — — Ἀντιφῶντος εἶπεν· ἐ̣[π]ε̣ι[δ]ὴ̣ Τρίχας
[{²τοῦ δεῖνος}² Οἰταῖος — — — φιλοτιμ]ούμενος διατελεῖ καὶ χρ̣είας παρεχόμε-
[νος κοινῆι τῶι δήμωι καὶ ἰδίαι τοῖς ἐντυγχάνο]υσι τῶμ πολιτῶν, ἐψηφίσθαι τῶι
[δήμωι ἐπαινέσαι Τρίχαν τε καὶ πάντας τοὺ]ς Οἰταίους̣ εὐνοία̣ς̣ [ἕν]ε̣κ̣εν τῆς εἰς
20 [τὴν πόλιν καὶ εἶναι αὐτοὺς εὐεργέτας καὶ προξένο]υς μετέ̣χο[ντας πά]ντων ὧγ καὶ
[οἱ ἄλλοι πρόξενοι, ἀναγράψαι δὲ — — — — —]ο̣․υ— {²⁷—]ο̣․χ—?}²⁷ — — — —
Search Help
Contact Us