[ ]
Heraclea — 3rd c. BC
| {²multa desunt}² | |
| [․․․․․․․․․․․․․․․․․․․․ καὶ τὸν Δί]- | |
| 1 | α καὶ τοὺς ἄλλους [θεοὺς τοὺς τὴν νῆ]- |
| σογ κατέχοντας, εὐορκοῦντ[ι μέν μοι εὖ] | |
| εἴη, ἐφιορκοῦντι δὲ τἀναντία τῶν [ἀγαθῶν]· | |
| ἐὰν δέ τις βιασόμενος αἶγας εἰσάγ[ειν ἢ] | |
| 5 | τρέφειν ἐν τῆι νήσωι παρὰ τόδε τὸ ψήφι[σ]- |
| μα καὶ τὸν ὅρκον τῶγ κωλυόντων τινὰς | |
| κτείνει, ἐπεξιόντων αὐτὸν οἵ τε προσ- | |
| ήκοντες τοῦ παθόντος καὶ τὸ κοινὸν τῶν | |
| νησιωτῶν ἅπαν· ὅ τι δ’ ἂν εἰς τὴγ κρίσιν | |
| 10 | ἀνήλωμα γίνηται, τὸ μέρος ἕκαστον εἰσ- |
| [φ]έρειν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν | |
| [ἱ]εροποιὸν ἐπιστροφίδη[ν] εἰς στήλην λιθί- | |
| νηγ καὶ στῆσαι εἰς τὸ Μητρῶιον· τὸ δὲ ἀνή- | |
| λωμα τὸ εἰς τὴν στήληγ καὶ τὴν ἀναγρα- | |
| 15 | φὴν ἔστω ἀπὸ τοῦ κοινοῦ. ταῦτα δ’ εἶναι εἴς |
| τε φυλακὴγ καὶ σωτηρίαν Ἡρακλειωτῶν | |
| πάντωγ καὶ τῶν οἰκούντω[ν ἐν τῆι νήσωι]. |