[ ]
Amorgos — Aegiale — 1st c. BC
| 1 | ὁ δῆμος |
| Λεοντεῖ Εὐρυδίκου | |
| ἥρωϊ. | |
| τόνδ’ ἀρετᾷ λάμψαντα Λεοντέα Εὐρυδίκοιο | |
| 5 | τίμησεν πάτρα γυμνάδος ἐν τεμένι· |
| ἄρτι γὰρ ἐκ χλαμύδος νεοπενθὴς ᾤχετ’ ἐς Ἅιδα | |
| ὀκτωκαιδεχετὴς, ματρὶ λιπὼν δάκρυα. | |
| ὃν στεφάνοις τίμησε πόλις καὶ σήματι τῷδε | |
| μανύουσ’ ἀγαθῶν καὶ προγόνων ἀρετάν. | |
| 10 | ὦ μοίρας ἄτρυτοι ἀνανκαστῆρες ἄτρακτοι, |
| τόν<δ’> ἱερὸν πέμψαιτ’ εἰς δόμον εὐσεβέω[ν]. |