[ ]
Amorgos — Aegiale
| 1 | Μειλησίων τῶν Ἀμοργὸν Αἰγιάλην κατοικούντ[ων] |
| ἔδοξεν ἄρχουσι βουλῇ, δήμῳ· γνώμη στρατηγῶν καὶ | |
| [δε]καπρώτων, ἐχόντων δὲ καὶ τὴν πρυτανικὴν ἐξουσίαν· ἰσσ[η]- | |
| [γ]ησαμένου τὸ ψήφισμα δὲ Ζωσίμου τοῦ Διοφᾶ, ἐπιψηφισαμένου | |
| 5 | δὲ Μητροφάνου τοῦ Ἐπινείκου· ἐπιδὴ συνβέβηκεν Χρύσιππον |
| βʹ ὡς ἄνδρα ἀξιόλογον ἔν τε λιτουργίαις καὶ πάσ[ῃ] φιλοτιμ[ίᾳ] | |
| φειλοτειμημένον ἰς τὴν πατρίδα ὑπὸ τῆς εἱμαρμένης ἀ[φαρ]- | |
| πα<σ>θῆναι, ἔτι τε καὶ τὴν θυγατέραν αὐτοῦ Ἀφροδισίαν ἐν | |
| τῷ ἄν[θ]ι τῆς ἡλικίας, παραμυθήσασθαι {δὲ} τὴν σύμβιον αὐτοῦ | |
| 10 | Ὀρβάναν καὶ τὰ παιδία αὐτοῦ Χρύσιππον Χρυσίπ[πο]υ καὶ [{²τὸν δεῖνα}²] |
| [Χ]ρυσίππου <καὶ> Ἐ[πίκ]τητον τὸν θρεπτὸν αὐτοῦ γεν[ναίως φέρειν τὰ ὑπὸ] | |
| [μ]οι[ρ]ῶν ἐπικεκλωσμένα. Ζώσιμος Διοφᾶ ἰσσ[ηγησάμην, Μητροφάνης] | |
| [Ἐπι]νείκο[υ ἐπεψηφι]σάμην, Εὐφρόσυνος [— — — — — ἄρχων ἐδογμάτισα] | |
| [καὶ ἀπεδεξάμην]. |