[ ]
Amorgos — Aegiale
| 1 | [Μειλησίων τῶν Ἀμοργ]ὸν Αἰγιάλην κατοικούντων ἔδοξεν |
| [ἄρχουσι, βουλῇ, δήμῳ· γνώ]μη στρατηγῶν καὶ δεκαπρώτων ἐχόν- | |
| [των δὲ καὶ τὴν πρυτα]νικὴν ἐξουσίαν· ἰσηγησαμένου τὸ ψή- | |
| [φισμα {²τοῦ δεῖνος}² τοῦ Πα]ραμόνου, ἐπιψηφισαμένου δὲ Ἄνθου το[ῦ] | |
| 5 | [{²δεῖνος}², ἐγράφη κατὰ τ]ὸν νόμον· ἐπεὶ συνήρπακεν αἰφνιδίως |
| [ἡ ἀπαραίτητος καὶ ἀνηλε]ὴς εἱμαρμένη Ζωσίμην Ἀγαθείνου θυγατέ- | |
| [ρα, Εὐμόλπου δὲ γυναῖκ]α, τά τε ἄλλα φίλανδρον καὶ σώφρονα πρα- | |
| [ότητά τε ἤθους πρὸς] πάντας ἀνθρώπους παρεσχηκυῖαν, ὥσπε[ρ] | |
| [καὶ ἔτυχε μαρτυρηθ]ῆναι αὐτῇ ἄμεμπτον καὶ εὐσταθῆ βίον [ἐ]π[α]- | |
| 10 | [ναραμένῃ· δι]ὸ δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ προμοί- |
| [ρως τούτου γενο]μένου παραινέσαι μὲν διὰ τοῦδε τοῦ ψηφίσ- | |
| [ματος τούς τε γο]νεῖς αὐτῆς καὶ τὸν ἄνδρα Εὔμολπον βʹ καὶ ο[ἰ]- | |
| [κείους πάντας εἰ]δότας, ὅτι οὐκ ἔστιν ἀμῦναι πρὸς τὴν ἐπὶ | |
| [πάντων ἀνθρώπων] τεταγμένην μοῖραν· δοῦναι τε αὐτῇ τόπον | |
| 15 | [εἰς τὴν ταφήν, ὅ]που ἂν οἱ οἰκεῖοι αὐτῆς προαιρῶνται. ἔδο- |
| [ξε πάσαις, ἀγομ]ένης ἐκκλησίας προσκλήτου πρὸ ιʹ καλ(ανδῶν) Ἰα[νου]- | |
| [αρίων — — — — — —] |