[ ]
Amorgos — Aegiale — 1st c. BC
| — — — — — — — — — — — — — — — — — — — | |
| 1 | [ἀναστρεφ]όμενος χ[ρ]ό[νον ὅσον ἐπιδη]- |
| [μεῖ καλ]ῶς καὶ ἐλευθέρως, [γ]ενό[μενος δὲ] | |
| [․․․․․ μ]ετὰ τῆς ἀδελφῆς καὶ τὴν πρὸς | |
| [ἅπαντ]ας ἔχων εὔνοιαν φιλικῶς· ὅπως | |
| 5 | [οὖν κ]αὶ ἡ πόλις τοὺς εὐνοοῦντας προ- |
| [κα]λεσαμένη πρὸς εὔνοιαν αὔξῃ τὸ | |
| [π]ολείτευμα τῶν προγόνων, τοῖς ὑ- | |
| [π]άρχουσιν χαριζομένη, τύχῃ ἀγα- | |
| θῇ δεδόχθαι τῇ βουλῇ, Σεραπίωνα | |
| 10 | Διονυσίου Σελευκῆ, Νικαρέτης ὑ- |
| πάρχοντα υἱὸν τῆς πολείτιδος, ὄντα | |
| δὲ ἔτι καὶ οἰκῆον ἀγαθῶν καὶ πρώτων | |
| τῆς πόλεως ἀνδρῶν, δεδόσθαι [πο]- | |
| λιτήαν αὐτῷ καὶ γῆς ἔνκτησιν κα<ὶ> οἰ- | |
| 15 | κίας, μετέχοντα πάντων ὧν καὶ οἱ |
| λοιποὶ πολεῖται μετέχουσιν, ἐπικε- | |
| κληρῶσθαι δὲ αὐτὸν ἐπὶ τὴν τῶν | |
| συνγενῶν φυλὴν τὴν Βασιλειτῶν κα- | |
| λουμένην· τὸ δὲ ψήφισμα τόδε ὁ | |
| 20 | μὲν γραμματεὺς ἀναγραψάτω εἰς |
| τὰ δημόσια γράμματα, Σεραπίων | |
| δὲ εἰς στήλην λιθίνην, καὶ στησάτω | |
| εἰς τὸ ἱερὸν τοῦ Διὸς καὶ τῆς Ἀθηνᾶς | |
| τῆς Πολιάδος. |