[ ]
Amorgos — Aegiale — 200-150 BC
| 1 | Ἀντήνωρ Εὐήνορος Ἀλσίτης εἶπεν, |
| Φανόδημος Φιλοκλέος Φημιοικί- | |
| της ἐπεστάτει· ἔδοξεν τεῖ βου- | |
| λεῖ καὶ τῶι δήμωι· ὑπὲρ ὧν οἱ πρυ- | |
| 5 | τάνεις ἐπήγαγον τοὺς χορηγοὺς |
| ἐπὶ τὴν ἐκκλησίαν ὑπὲρ στεφάνου, | |
| ἐπειδὴ Κριτόλαος καὶ Παρμενίων | |
| οἱ Ἀλκιμέδοντος, χορηγοὶ γενόμε- | |
| νοι, τῆς τε σκηνῆς ἐπεσκεύασαν τὰ | |
| 10 | χρῄζοντα καὶ τὴν χορηγίαν συνε- |
| τέλεσαν φιλοδόξως, οὐθὲν ἐλλεί- | |
| ποντες σπουδῆς καὶ φιλοτιμίας, ἔτι | |
| δὲ καὶ τὸν δῆμον καὶ τοὺς οἰκοῦντας | |
| ἐν Αἰγιαλῶι πάντας καὶ τοὺς παρε- | |
| 15 | πιδημοῦντας ξένους ἐσιτομέτρη- |
| [σάν] τε καὶ βουθυτήσαντες τῶι τε Ἀ- | |
| πόλλωνι καὶ τεῖ Ἥραι ἐκρεανόμη- | |
| σαν καὶ ἐδημοθοίνησαν ἐφ’ ἡμέρας | |
| δύο, πάντα παρασκευασάμενοι τὰ | |
| 20 | συμφέροντα εἰς τὴν πανήγυριν, οὐ- |
| θὲν ἐλλείποντες δαπάνη[ς κ]αὶ φιλο- | |
| τιμίας· ἵνα οὖν καὶ ἡ ἡμετέρα [φαίνη]ται | |
| πόλις τιμῶσα τοὺς φιλοτίμους κ[αὶ ἀ]- | |
| γαθοὺς ἄνδρας, δεδόχθαι τῶι δήμ[ωι] | |
| 25 | τῶι Αἰγιαλέων, ἐπαινέσαι τε Κριτό- |
| λαον καὶ Παρμενίωνα τοὺς Ἀλκιμέ- | |
| δοντος ἐπὶ τεῖ αἱρέσει καὶ στεφανῶ- | |
| σαι αὐτοὺς χρυσῶι στεφάνωι τῶι | |
| ἐκ τοῦ νόμου ἀρετῆς ἕνεκεν καὶ εὐ- | |
| 30 | νοίας καὶ φιλοτιμίας τῆς τε εἰς |
| τὴν πατρίδα καὶ τεῖ εἰς τοὺς θεοὺς | |
| εὐσεβείαι· δεδόσθαι δὲ αὐτοῖς | |
| καὶ προεδρίαν ἐν τῶι θεάτρωι· ὅπως | |
| δὲ καὶ ὁ στέφανος ἀνακηρύσσηται | |
| 35 | ὑπὸ τοῦ ἱεροκήρυκος ἐν τῶι θεάτρωι |
| εἰς τὸν ἀεὶ χρόνον, ἐπιμελεῖσθαι | |
| τοὺς πρυτάνεις ἀεὶ τοὺς πρυτανεύ- | |
| οντας τὸν Μιλτοφοριῶνα μῆνα, ὅταν | |
| ἡ πόλις τὰ χορικὰ συντελεῖ· ἀνα- | |
| 40 | γράψαι δὲ τόδε τὸ ψήφισμα τὸμ μὲν |
| γραμματέα εἰς τὰ δημόσια γράμματα, | |
| Κριτόλαον δὲ καὶ Παρμενίωνα εἰς στή- | |
| λην καὶ στῆσαι τῶν δημοσίων εἰς | |
| ὁποῖον ἂν βούλωνται τόπον. |