[ ]
Amorgos — Aegiale — 200-150 BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· γνώμη πρυ- |
| τάνεων· ὑπὲρ ὧν προεγράψαντο οἱ πρυτά- | |
| νεις, ἐπειδὴ Κριτόλαος Ἀλκιμέδοντος Αἰ- | |
| γιαλεὺς ἔν τε τοῖς πρότερον χρόνοις αὑ- | |
| 5 | τὸν ἐκτενῆ καὶ εὔχρηστον παρεχόμενος δι- |
| ατετέλεκε τῆι πόλει, χρείας τε γενομένης | |
| ἀναγκαίας τῶι δήμωι διαφόρου διὰ τοὺς | |
| περιστάντας καιρούς, οὐκ ἀντεῖπεν, ἀλ- | |
| λ’ ἐδάνεισεν προθύμως ἐπὶ τῶι συμφέρον- | |
| 10 | τι τῶι δήμωι, ἔν τε τοῖς ἄλλοις πᾶσιν εὔ- |
| χρηστον αὑτὸν παρεχόμενος διατελεῖ | |
| καὶ κατὰ κοινὸν καὶ καθ’ ἱδίαν τοῖς ἐντυγ- | |
| χάνουσιν αὐτῶι τῶν ἡμετέρων πολιτῶν, | |
| σπουδῆς καὶ φιλοτιμίας οὐθὲν ἐλλεί- | |
| 15 | πων· ὅπως οὖν καὶ ὁ δῆμος ὁ ἡμέτερος φαί- |
| νηται τοὺς καλοὺς καὶ ἀγαθοὺς τῶν ἀν- | |
| δρῶν τιμῶν καταξίως τῶν εἰς ἑαυτὸν εὐ- | |
| εργεσιῶν καὶ πολλοὶ προτρέπωνται ἐπὶ | |
| τὸ εὐεργετεῖν τὸν δῆμον, δεδόχθαι τῆι | |
| 20 | βουλῆι καὶ τῶι δήμωι, ἐπῃνῆσθαι τε Κριτό- |
| λαον Ἀλκιμέδοντος Αἰγιαλῆ ἐπὶ τῆι εὐνοί- | |
| αι καὶ αἱρέσει ἣν ἔχων διατετέλεκεν εἰς | |
| τὴν ἡμετέραν πόλιν, καὶ εἶναι αὐτὸν πρό- | |
| ξενον καὶ εὐεργέτην τοῦ δήμου τοῦ Μι- | |
| 25 | νῳητῶν καὶ αὐτὸν καὶ ἐκγόνους, καὶ στε- |
| φανῶσαι αὐτὸν χρυσῶι στεφάνωι· οἱ δὲ ἀ- | |
| γωνοθέται ἀναγγελλέτωσαν αὐτοῦ τὸν | |
| στέφανον καθ’ ἕκαστον ἐνιαυτὸν ἐν τῶι | |
| θεάτρωι ἐν τῶι ἀγῶνι τῶν Ἑκατομβίων· ἀνα- | |
| 30 | γράψαι δὲ τόδε τὸ ψήφισμα εἰς τὸ ἱερὸν τοῦ |
| Ἀπόλλωνος τοῦ Δηλίου, τῆς δὲ ἀναγρα- | |
| φῆς ἐπιμεληθῆναι τοὺς νεωποίας· ὅπως | |
| δὲ καὶ Αἰγιαλεῖς εἰδήσωσιν τὰ ἐψηφισμέ- | |
| να τίμια Κριτολάωι, ἑλέσθαι πρεσβευτήν, | |
| 35 | ὅστις ἀφικόμενος εἰς Αἰγιαλὸν τό τε ψή- |
| φισμα ἀποδώσει τῆι πόλει καὶ παρακαλέ- | |
| σει Αἰγιαλεῖς ὄντας φίλους καὶ εὔνους ἀ- | |
| ναγράψαι καὶ παρ’ αὑτοῖς τόδε τὸ ψήφισμα | |
| εἰς στήλην καὶ στῆσαι αὐτὴν οὗ ἂν προαι- | |
| 40 | ρῆται Κριτόλαος· εἱρέθη πρεσβευτὴς Δι- |
| ονύσιος Ἐπικλέους. |