[ ] Amorgos — Aegiale — 3rd c. BC
1 [ἔδο]ξεν τῆι βουλῆι καὶ τῶι δήμωι·
[Σωτ]ηρίδης Φείδιος Κοσυλλίτης
[ἐπε]στάτει, Φιλόξενος Φιλοθέμιος
[Ἀλ]σίτης εἶπεν· ἐπειδὴ πειρατῶν εἰς
5 [τ]ὴν χώραν ἐμβαλόντων νυκτὸς κα[ὶ]
[ἁ]λουσῶν παρθένων τε καὶ γυναικῶν
[κ]αὶ ἄλλων σωμάτων καὶ ἐλευθέρων καὶ δού-
[λ]ων τῶμ πάντων πλειόνων ἢ τριάκοντα,
[τ]ά τε ἐπὶ τοῦ λιμένος πλοῖα ἐξέκοψαν
10 [κ]αὶ ἔλαβον τὸ πλοῖον τὸ Δωριέος, ἐν ὧι
[ὤ]ιχοντ’ ἔχοντες τά τε σώματα καὶ τὰ
[ἄ]λλα ἃ ἔλαβον· τούτων δὲ συμβάντω-
[ν] Ἡγήσιππος καὶ Ἀντίπαππος οἱ υἱοὶ
[οἱ] Ἡγησιστράτου, ὄντες καὶ αὐτοὶ αἰχμ-
15 [ά]λωτοι, συνέπεισαν τὸν ἐπὶ τῶν πει-
[ρ]ατῶν ἐπιπλέοντα Σωκλείδαν ἀπο-
λῦσαι τά τ’ ἐλεύθερα σώματα καί τινα
[τ]ῶν ἐξελευθέρων καὶ τῶν δούλων,
[α]ὐτοὶ δὲ ὑπὲρ τούτων προήιρηνται
20 [ὁμ]ηρεύειν, ἐνδεικνύμενοι πᾶσαν
[φι]λοτιμίαν, ὅπως μήτε τῶμ πολιτίδω<ν>
μήτε τῶμ πολιτῶν μηθεὶς ἀχθεῖ ἐπ[ὶ]
[τ]ὸ λάφυρον μηδὲ πραθεῖ μηδὲ ἐν ἀ-
νάγκαις καὶ κακοπαθίαις γένηται,
25 μηδὲ διαφωνήσει σῶμα μηθὲν πο-
λιτικόν, ἀλλὰ διὰ τούτους σέσωιστα[ι]
τὰ αἰχμάλωτα σώματα εἰς τὴν
[ἰ]δίαν ἀπαθῆ· δεδόχθαι οὖν τῶι δή-
[μ]ωι, στεφανῶσαι Ἡγήσιππον καὶ
30 [Ἀ]ντίπαππον ἑκάτερον θαλλοῦ στε-
[φ]άνωι ἀρετῆς ἕνεκεν καὶ φιλοτιμί-
[α]ς ἣν τυγχάνουσιν πεποιημένοι
[εἰς] τοὺς γενομένους τῶν πολιτῶν
[α]ἰχμαλώτους· ἀνειπεῖν δὲ τόδε τὸ ψή-
35 [φ]ισμα Διονυσίοις ἐν τῶι ἀγῶνι τῶν τ-
[ρ]αγωιδῶν· ὁ δὲ κῆρυξ ἀναγορευέ-
[τ]ω ὅτι ὁ δῆμος στεφανοῖ Ἡγήσιπ-
[π]ον καὶ Ἀντίπαππον ἀρετῆς ἕν[ε]-
[κ]εν καὶ φιλοτιμίας τῆς εἰς τοὺς
40 [ἁ]λόντας μεθ’ αὑτῶν· ἀναγρά[ψαι]
[δ]ὲ τόδε τὸ ψήφισμα εἰς στήλην κ[αὶ]
[σ]τῆσαι εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς τῆ[ς]
Πολιάδος, τῆς δὲ ἀναγραφῆς ἐπιμ-
    εληθῆναι Ἡγησίστρατον.
Search Help
Contact Us