| A | — — — — — — — — — — — — — — — — — — — — — — — — — — — |
| 1 | ․․․․․․ΙΟ․․․․․․․․ μηνὸς ․ευκ․․․ου, <ἐν> Ἀ[ρκεσίνηι] δὲ ․․․ΕΗΟΛ․․․․․․․․ |
| ἄρχ[ο]ντος Τιμηράτου, ἀγαθᾶι τύχαι, ἐδάνεισαν ․․․․․․․․․․ Λεωτρέφης Εὐκλεῦς Κ․․․ | |
| ․․ευ<ς> Μναστοφῶντος, Λέπτων Πρ[α]ξιδάμου, Ἀμμώνιος ․․․․․ΝΑΙΝΑ, Εὔσφαιρος Εὐκλεῦς Ἀσ[τυπα]- | |
| λαιεῖς ἐδάνεισ[α]ν τᾶι πόλει τᾶι Ἀρκεσινέων ἀργυρίου Ἀλεξανδρείου τάλαντα πέν[τε ․․․․․ακο]- | |
| 5 | [σί]ας δραχμὰς ἐπὶ τόκωι τὴν(?) μνᾶν ἑκάστην(?) ἑκάστου μηνὸς τε[τ]τάρων(?) ὀβολῶν [καὶ] δύο χα[λ]- |
| [κ]ῶν ἔστε μῆνα Ἰοβάχχιον· ἐὰν δὲ μὴ ἀποδῶσιν Ἀρκεσινεῖς ἐμ μηνὶ Ἰοβαχχίωι ἐ[πὶ(?) τοῦ μετὰ Χαρι]- | |
| γένη δαμιοργόν, τόκον φερόν[τω]ν Ἀρκεσινεῖς πέντε ὀ[βο]λ[οὺς ἐπ]ὶ μνᾶι ἀπὸ μηνὸς Ἀρταμι[τίου] | |
| [ἐπὶ] δαμιοργοῦ ὃς ἂν μετὰ Χαριγένην δαμιοργῆι, ἐν Ἀρκεσίνηι δὲ μηνὸς Ἀνθεστηριῶνος | |
| ἐπὶ ἄρχοντος Τιμηράτου· ἀποδώσουσι δὲ Ἀρκεσινεῖς τὸν τόκον κατ’ ἐνιαυτὸν τοῖς δανεισταῖς [ἀ]- | |
| 10 | κίνδυνον ἐν Ἀστυπαλαίαι νόμισμα Ἀλεξάνδρε<ι>ον, δόκιμον, ὁλοσχερές, ἀνέπαφον, ἀτελὲς |
| [π]άντων· αἰ δέ κα μὴ λῶνται τοὶ δανείσαντες κομίσασθαι τὸν [τόκον], προε[ιπάντ]ων Ἀρκεσινε[ῦσιν] | |
| [ἐλθεῖν] αὐτοὶ ἢ ἄλλον πέμψαι, [εἰ]σπρά[σσ]ειν δ’ ἐν ἓξ μησί· πάντων δὲ τῶν δανεισάντων ․․Ο․․․․․ | |
| [․․ Ἀρ]κεσινεῖς· αἰ δέ κα μὴ ἀποδῶντι τοὺς τόκους κατ’ ἐνιαυτὸν καὶ [αἴ κά τις ἐνίσταται τᾶι] | |
| πράξει πάντων τῶν δανεισάντων․․․․․․․․ΗΛ— — — — — — — — — — — — — — — — — — — — — — | |
| 15 | ․κε․ νόμος· "ὃς κα ΓΕΝΑΙΚΑΙΛΙ․ΝΑΓΟ— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — |
| ν τὰ χρή[ματα τοῖ]ς δανείσασι — — — — — — — — — — — — — — — — — — — — — — — — — — — | |
| χρημα․․․ΟΕΝΗ․․․․ΟΝ ἀποδιδο․․ΙΛ[— — — — — — — — — — — — — — — — — — — — — — αἰ δέ κα] | |
| μὴ ἀποδιδῶντι Ἀρκεσινεῖς καὶ [— — — — — — — — — — — — — — — — — — — — — — — ὡ]- | |
| [μ]ολόγει ἁ πόλις ἁ Ἀρκεσινέων — — — — — — — — — — — — — — — — — — — — — — — — — — — | |
| 20 | ․․․․․․․․ εἰσπράσσοντι ὑπὲρ [τῶ]ν δανεισ[άντων — — — — — — — — — — — — — — — — — — —] |
| ιους μηδενὶ Ἀρκεσινέων καὶ ․․․ΣΚ[— — — — — — — — — — — — — — — — — — — — — — ἐν Ἀρ]- | |
| [κ]εσίναι τοὺς δανείσαντας Η— — — — — — — — — — — — — — — — — — — — — — — — — — | |
| ․․․․․․․․τωι δραχμ[ὰ]ς Π— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — | |
| ․ ὑπέθηκε δὲ ἁ πόλις [ἁ Ἀρκεσινέων — — — — — — — — — — — — — — — — — — — —] | |
| 25 | ηναι τὰν θάλασσαν — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — |
| ․․․ αἰ δέ κα μὴ ἀπο[δῶν]τι, ὀφηλ[ό]ν[των τὸ διπλάσιον. τᾶς δὲ συγγραφᾶς τᾶσδε εἶμεν ἄλλο] | |
| [μ]ηδὲν κυριώτερον μήτε [ν]όμον μήτε [ψάφ]ισ[μα μήτε δόγμα μήτε {²magistratus}² — — — — —] | |
| [τ]ᾶι πόλει [τ]ᾶι Ἀρκεσινέων καὶ εξαΙ․ΕΥ[— — — — — — — — — — — — — — — — — — — ἐν Ἀρ]- | |
| [κ]εσίναι, δαμοσίαι ἐλθόντων [δανειστᾶν — — — — — — — — — — — — — — — — — — — —] | |
| 30 | ․․․․․․εις τουτω ὥστε — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — |
| ․Μ․ΙΑ․ ἐξέστω δὲ Ἀρκεσινεῦσι[ν] Ο— — — — — — — — — — — — — — — — — — — — — — — — | |
| ἀρχαῖον ἀποδιδόμε[ν — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
| ․․․․․․․․․ΔΩΙ— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — | |
| ․ντον ΛΙ․․ΩΚΙ․․․․Τ— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — | |
| 35 | ․․․Υ— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — |
| B.36 | [τύχη] ἀ[γαθή]. μη[νὸς Ἑκ]ατομβαιῶνος ἐν Νάξωι αἰσυμνών[των ․․․]- |
| ․ένους καὶ Σωστράτου, ἐν Ἀρκεσίνηι δὲ μηνὸς Μιλτοφοριῶνος, [ἄρ]- | |
| [χ]οντος Κτησιφῶντος, Πραξικλῆς Πολυμνήστου ἐδάνεισεν τ[ῆι πό]- | |
| λε[ι] τῆι Ἀρκεσινέων ἀργύριο[ν] Ἀττικὸ[ν] τρία τάλαντα ἀκίνδυνομ πα[ν]- | |
| 40 | [τ]ὸς κινδύνου Πραξικλεῖ ἐπ[ὶ] τόκωι πέντ’ ὀβολοῖς τὴμ μνᾶν ἑκάστην το[ῦ] |
| [μην]ὸς ἑκάστου, δανειστῶν ἐλθόντων δημοσίαι Πρωτομάχου καὶ Διο- | |
| ․․․ους, κατ[ὰ] τὸ ψήφισμα ὃ εἶπε Στ[ησα]γόρας. ὑπέθετο δὲ Πραξικλῆς τά τ[ε] | |
| [κ]οινὰ τὰ τ[ῆ]ς πόλεως ἅπαντ[α κ]αὶ [τ]ὰ ἴδια τὰ Ἀρκεσινέων καὶ τῶν οἰκούν- | |
| [τ]ων ἐν Ἀρκεσίνηι ὑπάρχ[οντα] ἔγγαια καὶ ὑπερπόντια. ἀποδώσουσιν τὸν | |
| 45 | μὲν τόκον καθ’ ἐνιαυτὸν ἕκαστον οἱ [τ]αμίαι οἱ τὰς προσόδους ἐγλέγοντες |
| τὰς Ἀρκεσινέων· ἐὰν δὲ μὴ ἀποδῶσιμ, πρακτοὶ ἔστωμ Πραξικλεῖ οἱ μὴ | |
| ἀποδόντες ἡμιόλιον τὸ ἀργύριον ἐκ τῶν ἰδίων πράξει πάσηι καθάπερ | |
| ἐγ δίκης τέλος ἐχούσης κατὰ τὸ σύμβολον τὸ Ναξ[ίων κ]αὶ Ἀρκεσινέων, | |
| [κ]αὶ μὴ ἔ[σ]τω ὑπόλογος τῆι πόλει τοῦτο τὸ ἀργύριον εἰς τὸ δάνειον, ἀλλ’ ἀπο- | |
| 50 | δότω ἡ πόλις τὸν τόκον. ἐὰν δὲ μὴ ἀποδῶι, ἔστω ὁ τόκος ὃν ἂν μὴ ἀποδῶσιν |
| ἐνεργὸς Πραξικλεῖ μετὰ τοῦ ἀρχαίου τοῦ ἴσου τόκου καθ’ ἐνιαυτὸν ἕκασ- | |
| [το]ν. τὸ δὲ ἀρχαῖον ἀργύριον ἀποδώσουσιν ἐν ἓξ μησὶν ἀφ’ οὗ ἂν ἀπαιτήση[ι] | |
| Πρα[ξι]κλῆ[ς] ἢ ὃν ἂν πέμψηι Πραξικλῆς ἀπαιτήσοντα. ὅταν δὲ ἀποδιδῶσιν | |
| [τ]ὸν τόκον ἢ τὸ ἀρχαῖον, ἀποδώσουσιν ἐν Νάξωι Πραξικλεῖ ἢ ὧι ἂγ [κ]ελεύ- | |
| 55 | [ηι] Πραξικλῆς Ἀττικὸν ἢ Ἀλεξάνδρειον νόμισμα ὧι [ἡ] πόλις χρῆται ․․ |
| ․ΛΤΤ․․ον, ὁλοσχερές, δόκιμον, ἄσ[υ]λον, ἀνέπαφον, ἀτελὲς πάντων, [ὅ]- | |
| π[ου] ἂγ κελεύει Πραξικλῆς. ἐὰν δὲ μὴ ἀποδῶσιν τὸ ἀργύριον κατὰ τὰ γε- | |
| γραμμένα, ὡμολόγησαγ καὶ διέθεντο Ἀρκεσινεῖς ὀφείλειμ Πραξι- | |
| [κ]λεῖ ἓξ τάλαντα· καὶ ἐξέστω πράξασθαι Πραξικλεῖ ταῦτα τὰ χρήματ[α] | |
| 60 | πράξει πάσηι ἔ[κ] τε τῶν κοινῶν τ[ῶ]ν Ἀρκ[ε]σινέων πάντωγ καὶ ἐκ τῶν |
| [ἰ]δίων τῶν Ἀρκεσινέωγ κ[αὶ] ἐ[κ τῶν] οἰκούντων ἐν Ἀρκεσίνηι καὶ ἐξ ἑνὸς | |
| [ἑ]κάστου ἅπαν τὸ ἀργύριογ [κ]αὶ ἐξ ἁπάντων, τρόπωι ὧι ἂν ἐπίστηται, | |
| καθάπερ δίκην ὠφληκότων ἐν τῆι ἐκκλήτωι κατὰ τὸ σύμβολον τὸ Ναξ[ί]- | |
| [ω]ν καὶ Ἀρκεσινέων, τέλος ἔχουσαν ἀζημίωι οὖντι πάσης ζημίας, | |
| 65 | [καὶ] ὅτι ἂν ἐνεχυράσηται ἢ εἰσπράξηται Πραξικλῆς, μὴ εἶναι Ἀρκεσιν[εῦ]- |
| [σιν] ὑπόλογον τούτων εἰς τὴν ἀπόδοσιν τῶγ χρημάτων ὧν ὀφείλουσ[ιν]. | |
| [ἀ]ζημίους δὲ ἀφῆκαγ καὶ ἀνυπο[δίκ]ους Ἀρκεσινεῖς καὶ ἐάν τινες ἄλλοι | |
| πράττωσιν τὰ χρήματα κελεύοντος Πραξικλέους. ἐὰν δέ τις Ἀρ[κ]εσι[νέ]- | |
| [ω]ν ἀφα[ι]ρῆται ἢ τῶν οἰκούντων ἐν Ἀρκεσίνηι τοὺς πράττοντας ἢ ἐνίσ[τη]- | |
| 70 | ται τῆι πράξει τρόπωι ἢ παρευρέσει ἡιτιν[ι]οῦν, ἀποτει[σάτω] Πραξι- |
| [κ]λεῖ τ[ά]λ[α]ντον ἀργυρίου [κα]ὶ π[ρακτ]ὸς ἔ[στω] τοῦτο τὸ ἀργύριον κ[αθάπερ] | |
| [ὠ]φληκὼ[ς] δίκημ Πραξικλεῖ ἐν τῆι [ἐκκλ]ήτωι [κ]ατὰ τὸ σύμβολον τέλος | |
| [ἔχ]ουσ[αν], καὶ τῆι πόλει [μὴ ὑ]πόλογος ἔ[στω] ταῦτα τὰ χρήματα εἰς τὴν ἀ[πό]- | |
| [δοσιν τ]οῦ δανείου. καὶ ἐάν τι βλάβος ἢ ἀνάλωμα γένηται εἰς τὴν εἴσπρα- | |
| 75 | [ξι]ν τῶγ χρη[μ]άτων, εἶ[ναι τ]ῆι [π]όλει τῆι Ἀρκεσινέωγ καὶ ἀποδότω καὶ |
| τοῦτο τὸ ἀργύριομ μετὰ τ[οῦ] ἄλλ[ου] δανείου. τῆς δὲ συγγραφῆς τῆσδε | |
| [ὡ]μολόγησαν Ἀρκ[εσιν]εῖς μηδὲν εἶναι κυριώτερον μήτε νόμον μήτε ψ[ή]- | |
| [φ]ισμα μήτε δ[όγμ]α [μή]τε στρατηγὸν μήτε ἀρχὴν ἄλλα κρίνου- | |
| [σ]αν ἢ τὰ ἐν τ[ῆι συγγ]ραφῆι γεγ[ρ]αμμ[ένα] μήτε ἄλλο μηθὲν μήτε τέχ- | |
| 80 | νηι μήτε πα[ρε]υρέσει μηδεμιᾶι, ἀλα’ εἶναι τὴν συγγραφὴγ κυρίαν |
| [οὗ ἂ]ν ἐπιφέρει ὁ δανείσας ἢ οἱ πράσ[σοντ]ες ὑπὲρ αὐτοῦ. ὡμολόγησα[ν] | |
| [δὲ] Ἀρκεσινεῖς ἀναγεγραμμένην [π]αρέχει[ν] τήνδε τὴ[ν] συγγραφὴν | |
| [ἐν] Ἀρκεσίνηι ἔν τε [τ]ῶι δημ[οσί]ω[ι καὶ <ἐν>(?) τῶι ἱ]ερ[ῶι τῆς Ἥ]ρας ἐς στήληι λ[ι]- | |
| [θίνηι] ἡμερῶν ἐξήκοντα ἀφ’ ἧς ἂ[ν ἐ]παγ[γείλωσιν οἱ δ]ανεισταί, εἰ δὲ μ[ή], | |
| 85 | [ὀ]φείλειν ․α․ατο․τ․․․․․․․․․․Λ․․․․ κατ[ὰ τὴν συγ]γραφὴν τὴν |
| [κ]ε[ι]μένημ παρ’ Εὐρυκλεῖ [καὶ] Πραξ[․․․․․. μάρτυ]ρες· Εὐρυ[κλῆς], Ἀτεισίδης(?), | |
| ․ΟΕΝΗΝ․ΠΟΤΩΝΛΕΝΟΗ․․․․․․․․․․․․․․ΕΩΣΕΥΣΜΙ | |
| [Ἀ]ντίπαππο[ς] [Θέων(?)] Ἀριστόδημος Νικο[σθ]έ[νης ․․․․․․]ος Εὐαλκ[ίδης(?)] | |
| [Θ]εόπομπος Ἀν․․․․․․․․․μος ΕΙ․․․․ΜΕΙ․Α․ θώραξ ΚΥ․․․․․ | |
| 90 | ․․νομέ[νης] Ἀντ․․Ο․․․ΟΣ․․․․․․ Ἡρακλείδης. |
IG XII,7
67