[ ] Amorgos — Arkesine — 2nd c. BC — IG XII,7 Corr. Add. p. xi
See also:
A — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
1 ․․․․․․ΙΟ․․․․․․․․ μηνὸς ․ευκ․․․ου, <ἐν> Ἀ[ρκεσίνηι] δὲ ․․․ΕΗΟΛ․․․․․․․․
ἄρχ[ο]ντος Τιμηράτου, ἀγαθᾶι τύχαι, ἐδάνεισαν ․․․․․․․․․․ Λεωτρέφης Εὐκλεῦς Κ․․․
․․ευ<ς> Μναστοφῶντος, Λέπτων Πρ[α]ξιδάμου, Ἀμμώνιος ․․․․․ΝΑΙΝΑ, Εὔσφαιρος Εὐκλεῦς Ἀσ[τυπα]-
λαιεῖς ἐδάνεισ[α]ν τᾶι πόλει τᾶι Ἀρκεσινέων ἀργυρίου Ἀλεξανδρείου τάλαντα πέν[τε ․․․․․ακο]-
5 [σί]ας δραχμὰς ἐπὶ τόκωι τὴν(?) μνᾶν ἑκάστην(?) ἑκάστου μηνὸς τε[τ]τάρων(?) ὀβολῶν [καὶ] δύο χα[λ]-
[κ]ῶν ἔστε μῆνα Ἰοβάχχιον· ἐὰν δὲ μὴ ἀποδῶσιν Ἀρκεσινεῖς ἐμ μηνὶ Ἰοβαχχίωι ἐ[πὶ(?) τοῦ μετὰ Χαρι]-
γένη δαμιοργόν, τόκον φερόν[τω]ν Ἀρκεσινεῖς πέντε ὀ[βο]λ[οὺς ἐπ]ὶ μνᾶι ἀπὸ μηνὸς Ἀρταμι[τίου]
[ἐπὶ] δαμιοργοῦ ὃς ἂν μετὰ Χαριγένην δαμιοργῆι, ἐν Ἀρκεσίνηι δὲ μηνὸς Ἀνθεστηριῶνος
ἐπὶ ἄρχοντος Τιμηράτου· ἀποδώσουσι δὲ Ἀρκεσινεῖς τὸν τόκον κατ’ ἐνιαυτὸν τοῖς δανεισταῖς [ἀ]-
10 κίνδυνον ἐν Ἀστυπαλαίαι νόμισμα Ἀλεξάνδρε<ι>ον, δόκιμον, ὁλοσχερές, ἀνέπαφον, ἀτελὲς
[π]άντων· αἰ δέ κα μὴ λῶνται τοὶ δανείσαντες κομίσασθαι τὸν [τόκον], προε[ιπάντ]ων Ἀρκεσινε[ῦσιν]
[ἐλθεῖν] αὐτοὶ ἢ ἄλλον πέμψαι, [εἰ]σπρά[σσ]ειν δ’ ἐν ἓξ μησί· πάντων δὲ τῶν δανεισάντων ․․Ο․․․․․
[․․ Ἀρ]κεσινεῖς· αἰ δέ κα μὴ ἀποδῶντι τοὺς τόκους κατ’ ἐνιαυτὸν καὶ [αἴ κά τις ἐνίσταται τᾶι]
πράξει πάντων τῶν δανεισάντων․․․․․․․․ΗΛ— — — — — — — — — — — — — — — — — — — — — —
15 ․κε․ νόμος· "ὃς κα ΓΕΝΑΙΚΑΙΛΙ․ΝΑΓΟ— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
ν τὰ χρή[ματα τοῖ]ς δανείσασι — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
χρημα․․․ΟΕΝΗ․․․․ΟΝ ἀποδιδο․․ΙΛ[— — — — — — — — — — — — — — — — — — — — — — αἰ δέ κα]
μὴ ἀποδιδῶντι Ἀρκεσινεῖς καὶ [— — — — — — — — — — — — — — — — — — — — — — — ὡ]-
[μ]ολόγει ἁ πόλις ἁ Ἀρκεσινέων — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
20 ․․․․․․․․ εἰσπράσσοντι ὑπὲρ [τῶ]ν δανεισ[άντων — — — — — — — — — — — — — — — — — — —]
ιους μηδενὶ Ἀρκεσινέων καὶ ․․․ΣΚ[— — — — — — — — — — — — — — — — — — — — — — ἐν Ἀρ]-
[κ]εσίναι τοὺς δανείσαντας Η— — — — — — — — — — — — — — — — — — — — — — — — — —
․․․․․․․․τωι δραχμ[ὰ]ς Π— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
․ ὑπέθηκε δὲ ἁ πόλις [ἁ Ἀρκεσινέων — — — — — — — — — — — — — — — — — — — —]
25 ηναι τὰν θάλασσαν — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
․․․ αἰ δέ κα μὴ ἀπο[δῶν]τι, ὀφηλ[ό]ν[των τὸ διπλάσιον. τᾶς δὲ συγγραφᾶς τᾶσδε εἶμεν ἄλλο]
[μ]ηδὲν κυριώτερον μήτε [ν]όμον μήτε [ψάφ]ισ[μα μήτε δόγμα μήτε {²magistratus}² — — — — —]
[τ]ᾶι πόλει [τ]ᾶι Ἀρκεσινέων καὶ εξαΙ․ΕΥ[— — — — — — — — — — — — — — — — — — — ἐν Ἀρ]-
[κ]εσίναι, δαμοσίαι ἐλθόντων [δανειστᾶν — — — — — — — — — — — — — — — — — — — —]
30 ․․․․․․εις τουτω ὥστε — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
․Μ․ΙΑ․ ἐξέστω δὲ Ἀρκεσινεῦσι[ν] Ο— — — — — — — — — — — — — — — — — — — — — — — —
ἀρχαῖον ἀποδιδόμε[ν — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
․․․․․․․․․ΔΩΙ— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
․ντον ΛΙ․․ΩΚΙ․․․․Τ— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
35 ․․․Υ— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
B.36 [τύχη][γαθή]. μη[νὸς Ἑκ]ατομβαιῶνος ἐν Νάξωι αἰσυμνών[των ․․․]-
․ένους καὶ Σωστράτου, ἐν Ἀρκεσίνηι δὲ μηνὸς Μιλτοφοριῶνος, [ἄρ]-
[χ]οντος Κτησιφῶντος, Πραξικλῆς Πολυμνήστου ἐδάνεισεν τ[ῆι πό]-
λε[ι] τῆι Ἀρκεσινέων ἀργύριο[ν] Ἀττικὸ[ν] τρία τάλαντα ἀκίνδυνομ πα[ν]-
40 [τ]ὸς κινδύνου Πραξικλεῖ ἐπ[ὶ] τόκωι πέντ’ ὀβολοῖς τὴμ μνᾶν ἑκάστην το[ῦ]
[μην]ὸς ἑκάστου, δανειστῶν ἐλθόντων δημοσίαι Πρωτομάχου καὶ Διο-
․․․ους, κατ[ὰ] τὸ ψήφισμα ὃ εἶπε Στ[ησα]γόρας. ὑπέθετο δὲ Πραξικλῆς τά τ[ε]
[κ]οινὰ τὰ τ[ῆ]ς πόλεως ἅπαντ[α κ]αὶ [τ]ὰ ἴδια τὰ Ἀρκεσινέων καὶ τῶν οἰκούν-
[τ]ων ἐν Ἀρκεσίνηι ὑπάρχ[οντα] ἔγγαια καὶ ὑπερπόντια. ἀποδώσουσιν τὸν
45 μὲν τόκον καθ’ ἐνιαυτὸν ἕκαστον οἱ [τ]αμίαι οἱ τὰς προσόδους ἐγλέγοντες
τὰς Ἀρκεσινέων· ἐὰν δὲ μὴ ἀποδῶσιμ, πρακτοὶ ἔστωμ Πραξικλεῖ οἱ μὴ
ἀποδόντες ἡμιόλιον τὸ ἀργύριον ἐκ τῶν ἰδίων πράξει πάσηι καθάπερ
ἐγ δίκης τέλος ἐχούσης κατὰ τὸ σύμβολον τὸ Ναξ[ίων κ]αὶ Ἀρκεσινέων,
[κ]αὶ μὴ ἔ[σ]τω ὑπόλογος τῆι πόλει τοῦτο τὸ ἀργύριον εἰς τὸ δάνειον, ἀλλ’ ἀπο-
50 δότω ἡ πόλις τὸν τόκον. ἐὰν δὲ μὴ ἀποδῶι, ἔστω ὁ τόκος ὃν ἂν μὴ ἀποδῶσιν
ἐνεργὸς Πραξικλεῖ μετὰ τοῦ ἀρχαίου τοῦ ἴσου τόκου καθ’ ἐνιαυτὸν ἕκασ-
[το]ν. τὸ δὲ ἀρχαῖον ἀργύριον ἀποδώσουσιν ἐν ἓξ μησὶν ἀφ’ οὗ ἂν ἀπαιτήση[ι]
Πρα[ξι]κλῆ[ς] ἢ ὃν ἂν πέμψηι Πραξικλῆς ἀπαιτήσοντα. ὅταν δὲ ἀποδιδῶσιν
[τ]ὸν τόκον ἢ τὸ ἀρχαῖον, ἀποδώσουσιν ἐν Νάξωι Πραξικλεῖ ἢ ὧι ἂγ [κ]ελεύ-
55 [ηι] Πραξικλῆς Ἀττικὸν ἢ Ἀλεξάνδρειον νόμισμα ὧι [ἡ] πόλις χρῆται ․․
․ΛΤΤ․․ον, ὁλοσχερές, δόκιμον, ἄσ[υ]λον, ἀνέπαφον, ἀτελὲς πάντων, [ὅ]-
π[ου] ἂγ κελεύει Πραξικλῆς. ἐὰν δὲ μὴ ἀποδῶσιν τὸ ἀργύριον κατὰ τὰ γε-
γραμμένα, ὡμολόγησαγ καὶ διέθεντο Ἀρκεσινεῖς ὀφείλειμ Πραξι-
[κ]λεῖ ἓξ τάλαντα· καὶ ἐξέστω πράξασθαι Πραξικλεῖ ταῦτα τὰ χρήματ[α]
60 πράξει πάσηι ἔ[κ] τε τῶν κοινῶν τ[ῶ]ν Ἀρκ[ε]σινέων πάντωγ καὶ ἐκ τῶν
[ἰ]δίων τῶν Ἀρκεσινέωγ κ[αὶ][κ τῶν] οἰκούντων ἐν Ἀρκεσίνηι καὶ ἐξ ἑνὸς
[ἑ]κάστου ἅπαν τὸ ἀργύριογ [κ]αὶ ἐξ ἁπάντων, τρόπωι ὧι ἂν ἐπίστηται,
καθάπερ δίκην ὠφληκότων ἐν τῆι ἐκκλήτωι κατὰ τὸ σύμβολον τὸ Ναξ[ί]-
[ω]ν καὶ Ἀρκεσινέων, τέλος ἔχουσαν ἀζημίωι οὖντι πάσης ζημίας,
65 [καὶ] ὅτι ἂν ἐνεχυράσηται ἢ εἰσπράξηται Πραξικλῆς, μὴ εἶναι Ἀρκεσιν[εῦ]-
[σιν] ὑπόλογον τούτων εἰς τὴν ἀπόδοσιν τῶγ χρημάτων ὧν ὀφείλουσ[ιν].
[ἀ]ζημίους δὲ ἀφῆκαγ καὶ ἀνυπο[δίκ]ους Ἀρκεσινεῖς καὶ ἐάν τινες ἄλλοι
πράττωσιν τὰ χρήματα κελεύοντος Πραξικλέους. ἐὰν δέ τις Ἀρ[κ]εσι[νέ]-
[ω]ν ἀφα[ι]ρῆται ἢ τῶν οἰκούντων ἐν Ἀρκεσίνηι τοὺς πράττοντας ἢ ἐνίσ[τη]-
70 ται τῆι πράξει τρόπωι ἢ παρευρέσει ἡιτιν[ι]οῦν, ἀποτει[σάτω] Πραξι-
[κ]λεῖ τ[ά]λ[α]ντον ἀργυρίου [κα]ὶ π[ρακτ]ὸς ἔ[στω] τοῦτο τὸ ἀργύριον κ[αθάπερ]
[ὠ]φληκὼ[ς] δίκημ Πραξικλεῖ ἐν τῆι [ἐκκλ]ήτωι [κ]ατὰ τὸ σύμβολον τέλος
[ἔχ]ουσ[αν], καὶ τῆι πόλει [μὴ ὑ]πόλογος ἔ[στω] ταῦτα τὰ χρήματα εἰς τὴν ἀ[πό]-
[δοσιν τ]οῦ δανείου. καὶ ἐάν τι βλάβος ἢ ἀνάλωμα γένηται εἰς τὴν εἴσπρα-
75 [ξι]ν τῶγ χρη[μ]άτων, εἶ[ναι τ]ῆι [π]όλει τῆι Ἀρκεσινέωγ καὶ ἀποδότω καὶ
τοῦτο τὸ ἀργύριομ μετὰ τ[οῦ] ἄλλ[ου] δανείου. τῆς δὲ συγγραφῆς τῆσδε
[ὡ]μολόγησαν Ἀρκ[εσιν]εῖς μηδὲν εἶναι κυριώτερον μήτε νόμον μήτε ψ[ή]-
[φ]ισμα μήτε δ[όγμ]α [μή]τε στρατηγὸν μήτε ἀρχὴν ἄλλα κρίνου-
[σ]αν ἢ τὰ ἐν τ[ῆι συγγ]ραφῆι γεγ[ρ]αμμ[ένα] μήτε ἄλλο μηθὲν μήτε τέχ-
80 νηι μήτε πα[ρε]υρέσει μηδεμιᾶι, ἀλα’ εἶναι τὴν συγγραφὴγ κυρίαν
[οὗ ἂ]ν ἐπιφέρει ὁ δανείσας ἢ οἱ πράσ[σοντ]ες ὑπὲρ αὐτοῦ. ὡμολόγησα[ν]
[δὲ] Ἀρκεσινεῖς ἀναγεγραμμένην [π]αρέχει[ν] τήνδε τὴ[ν] συγγραφὴν
[ἐν] Ἀρκεσίνηι ἔν τε [τ]ῶι δημ[οσί]ω[ι καὶ <ἐν>(?) τῶι ἱ]ερ[ῶι τῆς Ἥ]ρας ἐς στήληι λ[ι]-
[θίνηι] ἡμερῶν ἐξήκοντα ἀφ’ ἧς ἂ[ν ἐ]παγ[γείλωσιν οἱ δ]ανεισταί, εἰ δὲ μ[ή],
85 [ὀ]φείλειν ․α․ατο․τ․․․․․․․․․․Λ․․․․ κατ[ὰ τὴν συγ]γραφὴν τὴν
[κ]ε[ι]μένημ παρ’ Εὐρυκλεῖ [καὶ] Πραξ[․․․․․. μάρτυ]ρες· Εὐρυ[κλῆς], Ἀτεισίδης(?),
․ΟΕΝΗΝ․ΠΟΤΩΝΛΕΝΟΗ․․․․․․․․․․․․․․ΕΩΣΕΥΣΜΙ
[Ἀ]ντίπαππο[ς] [Θέων(?)] Ἀριστόδημος Νικο[σθ][νης ․․․․․․]ος Εὐαλκ[ίδης(?)]
[Θ]εόπομπος Ἀν․․․․․․․․․μος ΕΙ․․․․ΜΕΙ․Α․ θώραξ ΚΥ․․․․․
90 ․․νομέ[νης] Ἀντ․․Ο․․․ΟΣ․․․․․․ Ἡρακλείδης.
Search Help