[ ]
Amorgos — Arkesine — 3rd c. AD
| — — — — — — — — — — — — — — — — — — — — | |
| [— — — — — — — — — — — — — — — — ἐθερά]- | |
| 1 | πε[υ]εν ἀδελ[φ— — — — — καλ]οκαγαθία<ν> |
| μὲν(?) ἅπασι καὶ φιλανδρείαν ἐνδειξαμένη, | |
| ἔτι νέα παντελῶς τῇ ἡλικίᾳ καὶ ἐν τῷ ὡρεωτά- | |
| τῳ τῆς ἀκμῆς ἄνθει καθεστῶσα, τὰ νῦν ὑπὸ | |
| 5 | τῆς ἀνηλεοῦς καὶ ἀπαραιτήτου εἱμαρμέν[ης] |
| αἰφνίδιον ἀνήρπασται καὶ ἀπελήλυθεν ἐξ [ἀν]- | |
| θρώπων, πάντων τε ἐπὶ τούτῳ [ἀ]νειω[μέ]- | |
| νων καὶ δακρυώντων καὶ σχεδὸν ἴδιον ἀδ[ίκη]- | |
| μα ἡγουμένων· δεδόχθαι τῇ βουλῇ καὶ τῷ δ[ή]- | |
| 10 | μῳ, τειμῆσαι μὲν τὴν ἡρωΐδα διὰ τοῦδε τοῦ |
| ψηφίσματος, παραινέσαι δὲ τούς τε γονεῖς | |
| καὶ ἀδελφοὺς καὶ συνγενεῖς καὶ τὸν ἄνδρα | |
| αὐτῆς Αὐρ. Θεόδοτον Ἄνθου, ὅς καὶ αὐτὸς | |
| καὶ παρὰ δύναμιν τὴν παρ’ ἡμεῖν ἐπώνυμον | |
| 15 | ἀρχὴν προθύμ[ως ἐ]ν τῷ π[α]ρῳχηκότι ἔτει |
| [ἐξετέλεσεν — — — — — — — — — — — — — —] |