[ ]
Amorgos — Arkesine — stoich. — ca. 357/6 BC
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι τῶι |
| Ἀρκεσινέων· ἐ[π]ειδὴ Ἀνδροτίων ἀνὴρ | |
| ἀγαθὸς γέγονε περὶ τὸν δῆμον τὸν Ἀρ- | |
| κεσινέων, καὶ ἄρξας τῆς πόλεως οὐδέ- | |
| 5 | να τῶν πολιτῶν οὐδὲ τῶν ξένων τῶν ἀφ- |
| ικνουμένων εἰς τὴν πόλιν ἐλύπησε, κ- | |
| αὶ χρήματα δανείσας ἐγ καιρῶι τῆι π- | |
| όλει τόκον οὐδένα λαβε͂ν ἠθέλησεν, κ- | |
| αὶ τὸν μισθὸν τοῖς φρουροῖς ἀπορού- | |
| 10 | [σ]ηι τῆι πόλει παρ’ ἑαυτο͂ προαναλώσας, ἐ- |
| π’ ἐξόδωι τοὐνιαυτο͂ {²⁶τοῦ ἐνιαυτο͂}²⁶ κομισάμενος οὐ- | |
| δένα τόκον ἐπράξατο, καὶ τὴμ πόλιν ἐ- | |
| λάττω χρήματα δαπανᾶν δώδεκα μναῖ- | |
| ς παρὰ τὸν ἐνιαυτὸν ἕκαστον ἐποίησ- | |
| 15 | ε, καὶ τῶν ἁλόντων εἰς τὸς πολεμίους |
| οἷς περιέτυχεν ἐ[λύ]σατο· στεφανῶσαι | |
| Ἀνδροτίωνα Ἄνδρωνος Ἀθηναῖον χρυ- | |
| σῶι στεφάνωι ἀπὸ πεντακοσίων δραχ- | |
| μῶν ἀρετῆς καὶ δικαιοσύνης καὶ εὐν- | |
| 20 | οίας ἕνεκα τῆς εἰς τὸν δῆμον τὸν Ἀρκ- |
| εσινέων, καὶ ἀναγράψαι πρόξενον κα- | |
| ὶ εὐεργέτην τῆς πόλεως τῆς Ἀρκεσιν- | |
| έων καὶ αὐτὸν καὶ ἐκγόνους· καὶ εἶναι | |
| αὐτῶι ἀτέλειαν ἁπάντων· ἐπεὶ [οὖν] | |
| 25 | [κ]αὶ [το]ῖς συμμάχοις ἔδοξε[ν ․․․․․․․] |
| [․․․․․․․․ ὡ]σ[αύ]τως [δὲ ․․․․․․․․․․․․] |