[ ]
Tenos
1 | ἡ βουλὴ καὶ ὁ δῆμος |
Αὐρ. Σάτυρον Θεοφίλου τὸν | |
φιλόπατριν καὶ δὶς στεφα- | |
νηφόρον, ἄρξαντα πᾶσαν | |
5 | ἀρχὴν φιλοτείμως, καθὼς |
καὶ ἐπὶ τῇ τοῦ πρώτου ἀν- | |
δριάντος ἀναστάσει δη- | |
λοῦται, ἔτι μὴν ἐπιμελησά- | |
μενον τῶν τοῦ Διονύσου οἴ- | |
10 | κων καὶ ἀναθέντα χρήματα τ[οῖς] |
δρῶσιν, ἐτείμησεν καὶ δευτέ- | |
ρῳ ἀνδριάντι, δόντα καὶ πάλιν | |
πᾶσιν τοῖς κατοικοῦσιν διανο- | |
μήν, καὶ ἔλεον θέντα, ὥστε μαρ- | |
15 | τυρούμενον ἐπὶ τοῖς καλλί- |
στοις καὶ εὐνούστατον πε- | |
ρὶ τὴν πατρίδα ὑπάρχοντα ἀ- | |
ναγορεύεσθαι ἀεὶ ἐν ταῖς ἐπι- | |
φανεστάταις τῶν θεῶν ἡ- | |
20 | μέραις. |