[ ] Tenos
1   ἡ βουλὴ καὶ ὁ δῆμος
Αὐρ. Σάτυρον Θεοφίλου τὸν
φιλόπατριν καὶ δὶς στεφα-
νηφόρον, ἄρξαντα πᾶσαν
5 ἀρχὴν φιλοτείμως, καθὼς
καὶ ἐπὶ τῇ τοῦ πρώτου ἀν-
δριάντος ἀναστάσει δη-
λοῦται, ἔτι μὴν ἐπιμελησά-
μενον τῶν τοῦ Διονύσου οἴ-
10 κων καὶ ἀναθέντα χρήματα τ[οῖς]
δρῶσιν, ἐτείμησεν καὶ δευτέ-
ρῳ ἀνδριάντι, δόντα καὶ πάλιν
πᾶσιν τοῖς κατοικοῦσιν διανο-
μήν, καὶ ἔλεον θέντα, ὥστε μαρ-
15 τυρούμενον ἐπὶ τοῖς καλλί-
στοις καὶ εὐνούστατον πε-
ρὶ τὴν πατρίδα ὑπάρχοντα ἀ-
ναγορεύεσθαι ἀεὶ ἐν ταῖς ἐπι-
φανεστάταις τῶν θεῶν ἡ-
20       μέραις.
Search Help
Contact Us