[ ]
Tenos — 2nd c. BC
| 1 | [ἔδ]οξεν τεῖ βουλῆι καὶ τῶι δήμωι· πρυτά- |
| νεων γνώμη· ἐπειδὴ Κόϊντος Κοΐντου | |
| [Κ]αλπόρνιος ὁ ἔπαρχος εὔνους καὶ φί- | |
| [λο]ς ὑπάρχων τοῦ δήμου παραγέγονε[ν] | |
| 5 | [πρὸ]ς ἡμᾶς καὶ τὰς παρεπιδημίας ποιεῖ- |
| [τα]ι καλῶς καὶ εὐτάκτως, v ἀγαθεῖ τύ- | |
| χηι, δεδόχθαι τεῖ βουλῆι καὶ τῶι δήμω[ι]· | |
| [ἐ]παινέσαι Κόϊντον Κοΐντου Καλπόρνι- | |
| [ο]ν καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ | |
| 10 | στεφάνωι τῶι ἱερῶι τοῦ Ποσειδῶνος καὶ |
| τῆς Ἀμφιτρίτης, ἀρετῆς ἕνεκεν καὶ εὐσε- | |
| βείας τῆς περὶ τὸ ἱερὸν v καὶ εὐνοίας | |
| τῆς εἰς τὴν πόλιν, καὶ ἀναγορεῦσαι αὐ- | |
| τῶι τὸν στέφανον τὸν ἄρχοντα τὴν στε- | |
| 15 | φανηφόρον ἀρχὴν ἔν τε τῶι ἱερῶι v τοῦ Πο- |
| σειδῶνος καὶ τῆς Ἀμφιτρίτης, ὅταν τὴν | |
| θυσίαν καὶ τὴν πανήγυριν συντελεῖ ἡ πό- | |
| λις, v καὶ ἐν τῶι θεάτρωι Ποσιδείων καὶ Διο- | |
| [ν]υσίων τῶι ἀγῶνι τῶν τραγωιδῶν· v εἶναι δὲ | |
| 20 | Κόϊντον καὶ τοὺς ἐκγόνους αὐτοῦ προξέ- |
| νους καὶ εὐεργέτας τής πόλεως, v δεδόσθαι | |
| [δ]ὲ αὐτοῖς καὶ πολιτείαν, v καὶ γῆς καὶ οἰκί- | |
| [α]ς ἔγκτησιν, προσγραψαμένοις πρὸς | |
| [φ]υλὴν καὶ φρατρίαν ἣν ἂν βούλωνται, καὶ | |
| 25 | [πρ]οεδρίαν ἐν τοις ἀγῶσιν v οἷς ἡ πόλις συν- |
| [τελ]εῖ, v καὶ πρόσοδον πρὸς τὴν βουλὴν καὶ | |
| [τὸν] δῆμον, ἐάν του δέωνται, πρώτοις | |
| [μετ]ὰ τὰ ἱερά· v ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα | |
| [τόδ]ε εἰς στήλην λιθίνην v καὶ στῆσαι [εἰς] | |
| 30 | [τὸ ἱ]ερὸν τοῦ Ποσειδῶνος καὶ τῆς Ἀμφιτρίτ[ης]. |