[ ] Tenos — 2nd c. BC
[— — — — — — — — — καὶ ἀναγο]-
[ρεῦσαι τὸν στέφανον τὸν ἄρχοντα τῆν στε]-
1 [φα]νηφόρο[ν ἀρχὴν ἔν τε τῶι ἱερῶι τοῦ Ποσει]-
[δ]νος καὶ τῆς Ἀ[μ]φ[ιτρίτης, ὅταν τὴν θυσίαν]
[καὶ] τὴν πανήγυριν συντε[λῆι ἡ πόλις, καὶ ἐν τῶι]
[θεάτρω]ι Ποσιδείων κ[αὶ Διονυσίω]ν ἐ[ν τῶι ἀγῶ]-
5 [ν]ι τῶν τραγωιδῶν· ε[ἶναι] δὲ αὐτὸν πρόξε-
[ν]ον καὶ εὐεργέτην τοῦ [ἡμετ]έρου δήμου, δεδ[ό]-
σθ[α]ι [δ]ὲ α[ὐ]τῶι καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν οἷς
[πόλι]ς συντελεῖ, καὶ πρόσοδον πρὸς τὴν βου-
[λὴν κ]αὶ [τὸν] δῆμον, ἐάν του δέηται, πρώτωι με-
10 [τὰ τὰ ἱερά, ἀν]αγράψαι δὲ καὶ τὸ ψήφισμα τόδε εἰς
σ[τήλην λιθί]νην καὶ στῆσαι εἰς τὸ ἱερὸν τοῦ Πο-
[σειδῶνο]ς καὶ τῆς Ἀμφιτρίτης· ἵνα δὲ καὶ Ἱερα-
[πύτνιοι] εἰδῶσιν τὰ ἐψηφισμένα Ἀμφ̣ερ̣ω̣ν̣ί̣-
δ̣ᾳ, τοὺς ἄρχοντας ἀποστεῖλαι εἰς Ἱεραπύτναν
15 τόδε τὸ ψήφισμα σφραγισαμένους τῆι δη-
μοσίαι σφραγῖδι.
Search Help
Contact Us