[ ]
Tenos — 2nd c. BC
| — — — — — — — — — — — — — — — — — — — — | |
| 1 | [ὅπως οὖν καὶ ὁ ἡμέτερος δῆμος ἀντευεργε]- |
| τῶν φαίνηται τὸν ἑαυτὸν εὐε[ργετοῦντα, δεδό]- | |
| χθαι τῆι βουλῆι καὶ τ[ῶ]ι δήμ[ω]ι· [ἐπαινέσαι —]- | |
| δην Κτησωνίδου Δήλιον καὶ σ[τεφανῶσαι αὐτὸν] | |
| 5 | θαλλοῦ στεφάνωι τῶι ἱερῶ[ι τοῦ Ποσειδῶνος] |
| καὶ τῆς Ἀμφιτρίτης ἀρετῆς̣ [ἕνεκεν καὶ εὐνοίας] | |
| τῆς εἰς τὸν δῆμον τὸν Τηνί[ων, καὶ ἀναγορεῦσαι αὐ]- | |
| τῶι τὸν στέφανον τὸν ἄρχο[ντα τὴν στεφανηφόρον] | |
| ἀρχὴν ἔν τε τῶι ἱερῶι τοῦ [Ποσειδῶνος καὶ τῆς] | |
| 10 | Ἀμφιτρίτης, ὅταν τὴν θυσία[ν καὶ τὴν πανήγυριν] |
| συντελεῖ ἡ πόλις, καὶ ἐν τῶι θε̣[άτρωι Ποσιδείων] | |
| καὶ Διονυσίων τῶι ἀγῶνι τῶν̣ [τραγωιδῶν· εἶναι] | |
| δὲ αὐ[τ]ὸν καὶ τοὺς ἐκγόνους α̣[ὐτοῦ προξένους] | |
| κ[α]ὶ εὐεργέτας τῆς πόλεως· [δεδόσθαι δὲ αὐτοῖς] | |
| 15 | [καὶ προεδ]ρίαν ἐν τοῖς ἀγῶσ̣[ιν οἷς ἡ πόλις συν]- |
| [τελεῖ] {²etc.}² |