[ ]
Tenos — 2nd c. BC
{²multa desunt}² | |
1 | [— — — — — — ἐπαινέσαι μὲν Διόδωρον] |
[{²τοῦ δεῖνος}² Ἀθη]ναῖον, κα̣ὶ̣ σ̣[τεφανῶσαι αὐτὸν] | |
[θαλλοῦ στεφ]ά[ν]ωι τῶι ἱερῶι τοῦ Ποσειδῶνος | |
[καὶ τῆς Ἀμ]φιτρίτης, ἀρετῆς ἕνεκεν καὶ εὐνοί- | |
5 | [ας τῆς] εἰς αὐτόν, καὶ ἀναγορεῦσαι αὐτῶι τὸν |
[στέ]φανον τὸν ἄρχοντα τὸν {²⁶τὴν}²⁶ στεφανηφόρον ἀρ- | |
χὴν ἐν τε τῶι ἱερῶι τοῦ Ποσειδῶνος καὶ τῆς Ἀμ- | |
φιτρίτης, ὅταν τὴν θυσίαν καὶ τὴν πανήγυ- | |
ριν συντελῇ ἡ πόλις, καὶ ἐν τῶι θεάτρωι Πο- | |
10 | σιδείων καὶ Διονυσίων τῶι ἀγῶνι τῶν τρα- |
γωιδῶν· εἶναι δὲ αὐτὸν πρόξενον καὶ εὐεργέ- | |
την τοῦ ἡμετέρου δήμου, δεδόσθαι δὲ αὐτῶι | |
καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν οἷς ἡ πόλις συντελ[εῖ] | |
καὶ πρόσοδον πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον ἐ- | |
15 | άν του δέηται πρώτωι μ[ε]τὰ τὰ ἱερά· ἀναγράψαι |
δὲ καὶ τὸ ψήφισμα τόδ[ε] εἰς στήλην λιθίνην | |
καὶ στῆσαι εἰς τὸ ἱερὸν τοῦ Ποσειδῶν[ος καὶ τῆς Ἀμ]- | |
φιτρίτης· ἵνα δὲ καὶ Ἀθηναῖοι [εἰδῶσι τὰ ἐψηφισμέ]- | |
να Διοδώρωι, τοὺς ἄρχοντ[ας ἀποστεῖλαι εἰς Ἀθή]- | |
20 | νας τόδε τὸ ψήφι<σ>μα, σ[φραγισαμένους τεῖ δημο]- |
[σίαι σ]φ̣ρα̣γῖδι. |