[ ]
Tenos — 2nd c. BC
| 1 | [ἔδοξεν τεῖ βουλεῖ καὶ] τῶι δ[ήμωι], |
| πρυτάνεω[ν γνώμ]η· ἐπειδὴ Ἀ[μ]- | |
| μώνιος Ἀμμωνίου ἀνὴρ ἀγαθ[ός] | |
| ἐστιν καὶ εὔνους τῶι δήμωι | |
| 5 | τῶι Τηνίων καὶ διατελεῖ χρεία̣[ς] |
| παρεχόμενος καὶ κοινεῖ τεῖ πόλ[ει] | |
| καὶ καθ’ ἰδίαν τοῖς ἐντυγχάνουσ[ιν] | |
| αὐτῶι, ἀναδέδεκται δὲ καὶ τ[ὴν] | |
| θεαροδοκίαν τῶν Δηλίων, ἀγ[α]- | |
| 10 | θεῖ τύχει, δεδόχθαι τεῖ βουλεῖ κ[αὶ] |
| τῶι δήμωι, ἐπαινέσαι τε αὐτὸ[ν] | |
| καὶ στεφανῶσαι θαλλοῦ στεφά[νωι] | |
| [τ]ῶι ἱερῶι {τ} τοῦ Ποσειδῶνος καὶ τῆς | |
| Ἀμφιτρίτης ἀρετῆς ἕνεκεν καὶ | |
| 15 | εὐνοίας τῆς εἰς τ[ὸ]ν δῆμον τὸν |
| Τηνίων, εἶναι δὲ αὐτὸν καὶ τοὺς ἐ[κ]- | |
| γόνους αὐτοῦ προξένους καὶ ε[ὐ]- | |
| εργέτας τῆς πόλεως, δεδόσθα[ι] | |
| δὲ καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν | |
| 20 | οἷς συντελεῖ ἡ πόλις, καὶ πρόσ[ο]- |
| [δ]ον πρὸς τὴν βουλὴν καὶ τὸν δῆ- | |
| [μ]ον, ἐάν του δέηται· ἀναγράψαι | |
| [δὲ] τόδε τό ψήφισμα εἰς στήλην | |
| [λιθίνη]ν καὶ στῆσαι εἰς τὸ ἱερόν το[ῦ] | |
| 25 | [Ποσειδ]ῶνος καὶ τῆς Ἀμφιτρίτης· |
| [ἵνα δὲ κα]ὶ Ἀθηναῖοι εἰδῶσιν [τὰ ἐψη]- | |
| [φισμένα Ἀμμωνίωι, τοὺς ἄρχοντας] | |
| [ἀποστεῖλαι εἰς Ἀθήνας τόδε τὸ] | |
| [ψήφισμα, σφραγισαμένους τεῖ δη]- | |
| 30 | [μοσίαι σφραγῖδι]. |