[ ]
Tenos — 166-146 BC
| 1 | ἔδοξεν τε[ῖ β]ουλεῖ καὶ τῶι |
| δήμωι, πρυτάν[ε]ων γνώμη· ἐπειδὴ | |
| Ἰδομενεὺς Τιμακράτευς Ῥόδιος ὁ | |
| ἐξαποσταλεὶ[ς] ὑπὸ τοῦ δήμου ἐ- | |
| 5 | πὶ τὴν διόρθω[σ]ιν τοῦ συμβόλου τοῦ |
| πρὸς Ἀχαιοὺς [ἀ]νὴρ ἀγαθός ἐστιν καὶ | |
| εὔνους τῶι δήμ̣ωι τῶι Τηνίων, καὶ δι- | |
| ατελεῖ χρείας παρεχόμενος καὶ κοι- | |
| νεῖ τεῖ πόλει καὶ [ἰδ]ίαι Τηνίων τοῖς ἐν- | |
| 10 | τυγχάνουσιν αὐ[τ]ῶι, τήν τε ἐπιδημίαν |
| καὶ ἀναστροφὴν ἐποιήσατο καλ[ῶς] | |
| καὶ εὐλαβῶς καὶ ἀξίως τῆς τε ἡ[μετέ]- | |
| ρας πόλεως καὶ τοῦ δήμο[υ τοῦ Ῥοδί]- | |
| ων· ὅπως οὖν καὶ ὁ ἡ[μ]έ[τερος δῆμος] | |
| 15 | φαίνηται τιμῶν τοὺ[ς ἀγαθοὺς ἄνδρας] |
| καὶ καταξίας χά[ριτας ἀποδιδοὺς τῶν] | |
| εὐεργετημ[άτων, τύχει τεῖ ἀγαθεῖ] | |
| [δεδόχθαι {²etc.}² ]. |